# Βαρλαάμ καί Ἰωάσαφ 36.335

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/36.335

καὶ αἰσχύνη αἰώνιος. καὶ τὰ νῦν, ἀδελφοί, παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ὑμᾶς ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσι. Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, καθὼς γέγραπται, μετὰ δακρύων αὖθις προσηύξατο. καὶ ἐπιστραφεὶς κατεφίλησε τὸν Βαραχίαν ὃν βασιλέα προεχειρίσατο, καὶ πάντας τοὺς ἐν τέλει. τότε δὴ γίνεται πρᾶγμα δακρύων ὡς ἀληθῶς ἄξιον. περιστάντες γὰρ αὐτὸν ἅπαντες, ὥσπερ τῷ ἐκείνῳ συνεῖναι ζῶντες καὶ τῇ διαιρέσει μέλλοντες συναφαιρεῖσθαι καὶ τὰς ψυχάς, τί μὴ πρὸς οἶκτον ἔλεγον; ποίαν θρήνων ὑπερβολὴν ἀπελίμπανον; κατεφίλουν αὐτόν, περιέβαλλον· παραφρονεῖν αὐτοὺς ἐποίει τὸ πάθος. Οὐαὶ ἡμῖν, ἐβόων, τῆς χαλεπῆς ταύτης δυστυχίας·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
