# Βαρλαάμ καί Ἰωάσαφ 38.344

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/38.344

ἀλλὰ τῷ πόθῳ τοῦ Δεσπότου φλεγομένη ἡ ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾷον ἤνεγκε τὰ λυπηρὰ ταῦτα ἢ τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ’ ὕπνους τε καὶ καθ’ ὕπαρ εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιῄει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, Δεῖξόν μοι, Δέσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων ἀγαθῶν γενόμενόν μοι πρόξενον· καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσῃς. ἀλλ’ ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῷ τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι. Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῷ τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι βίον.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
