# Βαρλαάμ καί Ἰωάσαφ 38.345

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/38.345

καὶ τούτῳ θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ’ ἑαυτὸν διεξῄει, δῆλα τῷ ἀνδρὶ θέμενος. δι’ αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχῃ τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῷ, ἐπορεύετο χαίρων καὶ τῇ ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ ὁ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῇ, πολλῷ τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος. Ἐφίσταται τοίνυν τῇ θύρᾳ τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν ὁ Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῷ πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος, μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῇ πολλῇ τῆς ἐνδείας ταλαιπωρίᾳ. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα. τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, ὁ γέρων εὐχὴν ἀνέπεμψε τῷ Θεῷ εὐχαριστήριον.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
