Ancient Greek
Chapter 38
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 38.346
Not analysed yet
καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ ἀμήν, περιλαβόντες τε καὶ περιπτυξάμενοι θερμοτάταις ἠμείβοντο ἀλλήλους περιπλοκαῖς, χρονίου πόθου ἐμφορούμενοι ἀκορέστως. Ἐπεὶ δὲ ἀρκούντως περιέλαβον καὶ προσηγόρευσαν, καθίσαντες διωμίλουν. λόγου δὲ ἀρξάμενος ὁ Βαρλαάμ, Καλῶς ἦλθες, ἔλεγε, τέκνον ἠγαπημένον, τέκνον Θεοῦ καὶ κληρονόμε τῆς ἐπουρανίου βασιλείας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησας, ὃν ἐπόθησας δικαίως ὑπὲρ τὰ πρόσκαιρα καὶ φθαρτά· καί, ὡς ἐχέφρων ἔμπορος καὶ σοφός, πάντα πωλήσας, τὸν ἀτίμητον ἐξωνήσω μαργαρίτην, καὶ τῷ ἀσύλῳ ἐντυχὼν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ τῶν ἐντολῶν τοῦ Κυρίου,