# Βαρλαάμ καί Ἰωάσαφ 38.347

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/38.347

πάντα δέδωκας μηδενὸς φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων, ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν ὁ σὸς πατήρ, ἢ καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν ὁ Ἰωὰσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημιαν γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. Ὁ δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον, καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δι’ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παρ’ ἀμφοτέρων ηὐχαριστεῖτο ὁ Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἡ ἑσπέρα.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
