# Βαρλαάμ καί Ἰωάσαφ 38.349

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/38.349

τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῷ πνεύματι, ὡς δοῦλον δεσπότῃ, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῷ ὕπνῳ δὲ ὡς κακῷ προστάσσων οἰκέτῃ. καὶ, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῷ ὁ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτῃ χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως. τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῷ καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας ὁ τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ’ οὗπερ τὴν ἔρημον ᾤκησε ταύτην. τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι· ὃ δὴ καλῶς κατώρθωσεν ὁ γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ’ ἀρχῆς μέχρι τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίᾳ τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθῳ πόθον καὶ σπουδὴν σπουδῇ διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
