# Βαρλαάμ καί Ἰωάσαφ 39.353

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/39.353

ταῦτα ἐννόει, λογισμοὺς καθαίρων καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καί ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὴν καρδίαν καὶ τὰ νοήματά σου ἐν Χριστῷ Ἰησοῦ. Τούτων ὑπὸ τοῦ μακαρίου Βαρλαὰμ λεχθέντων, ἡ ῥοὴ τῶν δακρύων τοῦ Ἰωάσαφ μέτρον οὐκ εἶχεν, ἀλλ’, ὡς ἐκ πηγῆς πολυχεύμονος βρύουσα, ὅλον αὐτὸν καὶ τὴν γῆν ἐν ᾗ ἐκάθητο κατέβρεχεν. ὀδυρόμενος δὲ τὸν χωρισμόν, ἠξίου μάλα θερμῶς συνοδοιπόρος αὐτῷ τῆς τελευταίας πορείας γενέσθαι, καὶ μηκέτι παραμεῖναι τῷ βίῳ μετὰ τὴν ἐκείνου ἐκδημίαν, Διὰ τί, λέγων, τὸ σεαυτοῦ ζητεῖς μόνον, ὦ Πάτερ, καὶ μὴ καὶ τὸ τοῦ πλησίου; πῶς δὲ τὴν τελείαν ἐν τούτῳ πληροῖς ἀγάπην κατὰ τὸν εἰπόντα, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, πρὸς ἀνάπαυσιν μὲν καὶ ζωὴν αὐτὸς ἀπαίρων, εἰς θλῖψιν δὲ καὶ ταλαιπωρίαν ἐμὲ καταλιμπάνων, καί, πρὶν καλῶς ἐγγυμνασθῆναι τοῖς ἄθλοις τῆς ἀσκήσεως καὶ τῶν πολεμίων μαθεῖν τὰς πολυτρόπους ἐφόδους, πρὸς μονομαχίαν με τῆς αὐτῶν παρατάξεως προβαλλόμενος; ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με ταῖς κακοτρόποις αὐτῶν μηχαναῖς, καὶ ἀποθανεῖν οἴμοι τὸν ψυχικὸν ὄντως καὶ αἰώνιον θάνατον; ὅπερ τοῖς ἀπείροις καὶ δειλοῖς συμβαίνειν πέφυκε μοναχοῖς. ἀλλὰ δεήθητι τοῦ Κυρίου,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
