Ancient Greek
Chapter 39
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 39.355
Not analysed yet
Νῆφε δὲ ἀεὶ πρὸς τοὺς ἐναντίους λογισμούς, καὶ τὴν καθαρότητα τοῦ νοὸς ὥσπερ τινὰ θησαυρὸν πολύτιμον ἄσυλον διατήρει, πρὸς ὑψηλοτέραν ἐργασίαν καὶ θεωρίαν ἐμβιβάζων ἑαυτὸν ἡμέραν καθ’ ἡμέραν, ἵνα πληρωθῇ ἐπὶ σοὶ ὃ τοῖς φίλοις αὐτοῦ ὁ Σωτὴρ ἐπηγγείλατο, Ἐάν τις ἀγαπᾷ με, λέγων, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ταῦτα εἰπὼν ὁ γέρων, καὶ πολλῷ πλείονα τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς καὶ θεολόγου γλώττης ἐπάξια, τὴν ἀνιωμένην τοῦ Ἰωάσαφ ψυχὴν παρεμυθεῖτο. εἶτα πρός τινας ἐκπέμπει αὐτὸν ἀδελφούς, ἐκ πολλοῦ διαστήματος τὴν οἴκησιν ἔχοντας, τοῦ ἀγαγεῖν τὰ πρὸς τὴν ἱερὰν θυσίαν ἁρμόδια. καὶ δὴ ἀναζωσάμενος ὁ Ἰωάσαφ λίαν τάχιστα τὴν διακονίαν πληροῖ· ἐδεδίει γὰρ μή πως ἀπόντος αὐτοῦ τὴν ὀφειλὴν ὁ Βαρλαὰμ τῆς φύσεως ἀποδῷ, καί, τὸ πνεῦμα παραθεὶς τῷ Κυρίῳ, ζημίαν αὐτῷ τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι. Οὕτω δὲ ἀνδρικώτατα διελθόντος αὐτοῦ τὴν μακρὰν ὁδὸν ἐκείνην καὶ τὰ τῆς ἱερᾶς θυσίας ἐνεγκόντος, προσφέρει τῷ Θεῷ τὴν ἀναίμακτον θυσίαν ὁ θειότατος Βαρλαάμ. καὶ κοινωνήσας αὐτός,