# Βαρλαάμ καί Ἰωάσαφ 39.356

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/39.356

μεταδοὺς δὲ καὶ τῷ Ἰωάσαφ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῷ Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς, ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, ὦ φίλτατε υἱέ, συναγάγῃ ἐν τῷ βίῳ τούτῳ εἰς ἓν ἑστία καὶ τράπεζα· πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῆς ἐν τῷδε τῷ τόπῳ μέχρι τέλους καρτερίας, ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς καὶ ῥᾳθύμου μου ψυχῆς. χαρᾷ οὖν χαῖρε, καὶ τῇ ἐν Χριστῷ ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω τὰ αἰώνιά τε καὶ ἄφθαρτα,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
