# Βαρλαάμ καί Ἰωάσαφ 39.357

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/39.357

καὶ ὅτι ἐγγίζει ὁ μισθὸς τῶν ἔργων σου, καὶ ὁ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς ὁ θεσπέσιος βοᾷ Παῦλος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῷ φωτὶ καταλαμπόμενοι τῷ ἀπροσίτῳ, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος. Τοιαῦτα μὲν ὁ Βαρλαὰμ ἕως ἑσπέρας καὶ παῤ ὅλην τὴν νύκτα τῷ Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένῳ καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῷ Θεῷ, ἔφη. Κύριε, ὁ Θεός μου, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῇ ὀρθοδόξῳ σου ὁμολογίᾳ καὶ ἐν ὁδῷ τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῇς ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίᾳ. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
