# Βαρλαάμ καί Ἰωάσαφ 4.23

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/4.23

οἱ γὰρ ταῦτα δεινῶς κατὰ τοῦ ἀνδρὸς σκηπτόμενοι ᾔδεισαν τῆς αὐτοῦ γνώμης τὴν εὐκατάνυκτον προαίρεσιν, ὡς, εἰ τοιαῦτα παρὰ τοῦ βασιλέως ἀκούσειεν, ἐκείνῳ μὲν τὰ κρείττονα βουλευσαμένῳ γνώμην δώσειε μὴ ἀναβαλέσθαι πρὸς τὰ καλῶς βεβουλευμένα, καὶ ἐκ τούτου ἀληθῆ λέγοντες ἐκεῖνοι εὑρεθεῖεν. Ὁ δὲ βασιλεύς, τὴν τοῦ ἀνδρὸς πρὸς αὐτὸν εὔνοιαν ὁπόση μὴ ἀγνοῶν, ἀπίθανά τε ἡγεῖτο καὶ ψευδῆ τὰ λεγόμενα, καὶ ὅτι μὴ ἀβασανίστως ταῦτα προσδέχεσθαι δεῖ, δοκιμάσαι τὸ πρᾶγμα καὶ τὴν διαβολὴν διεσκέψατο. καί, προσκαλεσάμενος αὐτὸν κατ’ ἰδίαν, ἔφη πειράζων· Οἶδας, ὦ φίλε, ὅσα ἐνεδειξάμην τοῖς τε λεγομένοις μονάζουσι καὶ πᾶσι τοῖς Χριστιανοῖς. νυνὶ δέ, μετάμελος ἐπὶ τούτῳ γενόμενος καὶ καταγνοὺς τῶν παρόντων, ἐκείνων βούλομαι γενέσθαι τῶν ἐλπίδων ὧν λεγόντων αὐτῶν ἀκήκοα, ἀθανάτου τινὸς βασιλείας εἰς ἄλλην βιοτὴν μελλούσης ἔσεσθαι· ἡ γὰρ παροῦσα θανάτῳ πάντως διακόπτεται. οὐκ ἂν ἄλλως δὲ τοῦτο κατορθωθῆναί μοι δοκῶ καὶ μὴ διαμαρτεῖν τοῦ σκοποῦ, εἰ μὴ Χριστιανός τε γένωμαι, καὶ χαίρειν εἰπὼν τῇ δόξῃ τῆς ἐμῆς βασιλείας καὶ τοῖς λοιποῖς ἡδέσι καὶ τερπνοῖς τοῦ βίου, τοὺς ἀσκητὰς ἐκείνους καὶ μονάζοντας ζητήσας ὅπου ποτ’ ἂν εἶεν, οὓς ἀδίκως ἀπήλασα, ἐκείνοις ἑαυτὸν ἐγκαταμίξω. πρὸς ταῦτα τί φὴς αὐτός, καὶ ὁποίαν δίδως βουλήν; εἰπέ, πρὸς αὐτῆς τῆς ἀληθείας. οἶδα γὰρ ἀληθῆ καὶ εὐγνώμονα εἶναί σε ὑπὲρ πάντας. ὁ δὲ ἀγαθὸς ἀνὴρ ἐκεῖνος, ὡς ταῦτα ἤκουσε, μηδόλως τὸν ἐγκεκρυμμένον ἐπιγνοὺς δόλον,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
