Ancient Greek
Chapter 4
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 4.24
Not analysed yet
κατενύγη τὴν ψυχήν, καὶ δάκρυσι συγκεχυμένος ἁπλοϊκῶς ἀπεκρίνατο· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι· βουλὴν γὰρ ἀγαθὴν καὶ σωτήριον ἐβουλεύσω, ὅτι, κἂν δυσεύρετος ἡ τῶν οὐρανῶν βασιλεία, ἀλλ’ ὅμως δεῖ ταύτην πάσῃ δυνάμει ζητεῖν· Ὁ ζητῶν γάρ, φησίν, εὑρήσει αὐτήν. ἡ δὲ τῶν παρόντων ἀπόλαυσις, κἂν τῷ φαινομένῳ τέρπῃ καὶ ἡδύνῃ, ἀλλὰ καλὸν αὐτὴν ἀπώσασθαι· ἐν αὐτῷ γὰρ τῷ εἶναι οὐκ ἔστι, καὶ οὓς εὐφραίνει ἑπταπλασίως αὖθις λυπεῖ. τά τε γὰρ ἀγαθὰ αὐτῆς τά τε λυπηρὰ σκιᾶς ἐστιν ἀσθενέστερα, καί, ὡς ἴχνη νηὸς ποντοπορούσης ἢ ὀρνέου τὸν ἀέρα διερχομένου, θᾶττον ἀφανίζονται. ἡ δὲ τῶν μελλόντων ἐλπίς, ἣν κηρύττουσιν οἱ Χριστιανοί, βεβαία ἐστὶ καὶ ἀσφαλεστάτη· θλῖψιν δὲ ἔχει ἐν τῷ κόσμῳ. ἀλλὰ τὰ μὲν ἡμέτερα νῦν ἡδέα ὀλιγοχρόνια, ἐκεῖ δὲ ὅλως οὐδὲν ἢ κόλασιν μόνον προξενοῦντα καὶ τιμωρίαν εἰς αἰῶνας μὴ λυομένην· τὸ γὰρ ἡδὺ τούτων πρόσκαιρον, τὸ δὲ ὀδυνηρὸν διηνεκές· τῶν δὲ Χριστιανῶν τὸ μὲν ἐπίπονον πρόσκαιρον, τὸ δὲ ἡδὺ καὶ χρήσιμον ἀθάνατον. κατευθυνθείη οὖν ἡ ἀγαθὴ τοῦ βασιλέως βουλή· καλὸν γάρ, σφόδρα καλὸν τῶν φθαρτῶν τὰ αἰώνια ἀνταλλάξασθαι.