# Βαρλαάμ καί Ἰωάσαφ 4.26

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/4.26

τρίχινα δὲ ἀμφιεσάμενος, ἅμα πρωὶ πρόσελθε τῷ βασιλεῖ. τοῦ δὲ πυνθανομένου, Τί σοι τὸ σχῆμα τοῦτο βούλεται; ἀποκρίθητι· Περὶ ὧν μοι χθὲς ὡμίλησας, ὦ βασιλεῦ, ἰδοὺ πάρειμι ἐν ἑτοίμῳ τοῦ ἀκολουθῆσαί σοι τὴν ὁδὸν ἣν προεθυμήθης ὁδεῦσαι· εἰ γὰρ καὶ ποθεινή ἐστιν ἡ τρυφὴ καὶ ἡδίστη, ἀλλὰ μή μοι γένοιτο μετὰ σὲ ταύτην ἀναδέξασθαι· ἡ δὲ τῆς ἀρετῆς ὁδός, ἣν μέλλεις βαδίζειν, κἂν δύσκολός ἐστι καὶ τραχεῖα, ἀλλὰ μετὰ σοῦ ὄντι ῥᾳδία μοι αὕτη καὶ εὔκολος καὶ ποθεινή· ὡς γὰρ κοινωνόν με ἔσχες τῶν ἐνταῦθα καλῶν, οὕτω καὶ τῶν λυπηρῶν ἕξεις, ἵνα καὶ τῶν μελλόντων συγκοινωνήσω σοι. ὁ δὲ λαμπρὸς ἐκεῖνος ἀνήρ, ἀποδεξάμενος τὰ ῥήματα τοῦ ἀσθενοῦς, ἐποίησε καθὰ δὴ καὶ αὐτῷ λελάληκεν· ὃν ἰδὼν ὁ βασιλεὺς καὶ ἀκούσας, ἥσθη μὲν ἐπὶ τούτῳ, ἀγάμενος λίαν τὴν εἰς αὐτὸν εὔνοιαν, ψευδῆ δὲ τὰ κατ’ αὐτοῦ λαληθέντα γνούς, πλείονος αὐτὸν τιμῆς καὶ τῆς εἰς αὐτὸν παρρησίας ἀπολαύειν πεποίηκεν· κατὰ δὲ τῶν μοναζόντων ὀργῆς αὖθις ὑπερεπίμπλατο, ἐκείνων εἶναι ταῦτα λέγων τὰ διδάγματα, τὸ ἀπέχεσθαι τοὺς ἀνθρώπους τῶν τοῦ βίου ἡδέων καὶ ἀδήλοις ὀνειροπολεῖσθαι ἐλπίσιν. Ἐξερχόμενος δὲ αὖθις εἰς θήραν, ορᾷ δύο μοναχοὺς κατὰ τὴν ἔρημον διερχομένους, οὓς κρατηθῆναι καὶ τῷ αὐτοῦ προσαχθῆναι ὀχήματι κελεύσας,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
