Ancient Greek · ~5 min
Chapter 4
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 4.27
Not analysed yet
ὀργίλως τε αὐτοῖς ἐνιδών, καὶ πῦρ, τὸ τοῦ λόγου, πνεύσας, ἔφη· Οὐκ ἠκούσατε, ὦ πλάνοι καὶ ἀπατεῶνες, τῶν κηρύκων διαρρήδην βοώντων μή τινα τῆς ὑμῶν κακοδαιμονίας μετὰ τρεῖς ἡμέρας ἐν πόλει ἢ χώρᾳ τῆς ἐμῆς εὑρεθῆναι ἐξουσίας, ἢ πάντως πυρίκαυστος ἔσται; οἱ δὲ μοναχοί· Ἰδοὺ ʽφασἲ καθὰ δὴ καὶ προσέταξας, ἐξερχόμεθά σου τῶν πόλεων καὶ τῶν χωρῶν· μακρᾶς δὲ ἡμῖν τῆς ὁδοῦ προκειμένης τοῦ ἀπελθεῖν πρὸς τοὺς ἡμετέρους ἀδελφούς, ἐνδεῶς ἔχοντες τροφῆς, ταύτην ἐποριζόμεθα, τοῦ ἔχειν τὰ ἐφόδια καὶ μὴ λιμοῦ παρανάλωμα γενέσθαι. ὁ δὲ βασιλεὺς ἔφη· Ὁ θανάτου δεδοικὼς ἀπειλὴν οὐκ ἀσχολεῖται εἰς πορισμὸν βρωμάτων. λέγουσιν οἱ μονασταί· Καλῶς εἶπας, ὦ βασιλεῦ· οἱ θάνατον δεδοικότες διὰ φροντίδος ἔχουσι πῶς αὐτὸν ἐκφύγωσι. τίνες δέ εἰσιν οὗτοι, ἀλλ’ ἢ οἱ τοῖς ῥευστοῖς προστετηκότες καὶ τούτοις ἐπτοημένοι, οἵτινες, μηδὲν ἀγαθὸν ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν ὁ παρ’ ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆς