Ancient Greek
Chapter 40
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 40.358
Not analysed yet
Ὁ δὲ Ἰωάσαφ, περιχυθεὶς τῷ πατρὶ μεθ’ ὅσης ἂν εἴποις τῆς εὐλαβείας καὶ οἰμωγῆς, δάκρυσί τε τὸ λείψανον λούσας, καὶ τῷ τριχίνῳ ῥακίῳ, ὅπερ αὐτὸς ἐν τῷ παλατίῳ παρέσχεν, περιελίξας, τοὺς νενομισμένους ἐπιλέγει ψαλμούς, διὰ πάσης τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὅλης ψάλλων ἅμα καὶ δάκρυσι τὸ τίμιον τοῦ μάκαρος βρέχων σῶμα. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, τάφον ποιήσας ἐχόμενον τοῦ σπηλαίου,