# Βαρλαάμ καί Ἰωάσαφ 40.362

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/40.362

τὴν ὑπὲρ ἄνθρωπον ἄσκησιν, πολλὰς μὲν πρότερον ψυχὰς ἀνθρώπων τοῦ ψυχοφθόρου δράκοντος ἀποσπάσας καὶ τῷ Θεῷ προσαγαγὼν σεσωσμένας, καὶ ἀποστολικῆς ἐν τούτῳ χάριτος ἀξιωθείς, μάρτυς δὲ τῇ προαιρέσει γενόμενος, καὶ παρρησίᾳ τὸν Χριστὸν ἐνώπιον βασιλέων ὁμολογήσας καὶ τυράννων, καὶ κήρυξ μεγαλοφωνότατος τῆς αὐτοῦ μεγαλειότητος ἀναφανείς, πολλὰ δ’ αὖ πάλιν πνεύματα πονηρίας ἐν τῇ ἐρήμῳ καταπαλαίσας, καὶ πάντων τῇ τοῦ Χριστοῦ περιγενόμενος δυνάμει, καὶ τῆς ἄνωθεν πλουσίως μετασχὼν δωρεᾶς τε καὶ χάριτος, ἐντεῦθεν κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα πάσης περιγείου ἀχλύος εἶχεν, ὡς παρόντα δὲ τὰ μέλλοντα προεθεώρει, καὶ Χριστὸς ἦν αὐτῷ ἀντὶ πάντων, Χριστὸν ἐπόθει, Χριστὸν ὡς παρόντα ἑώρα, Χριστοῦ τὸ κάλλος διὰ παντὸς ἐνωπτρίζετο, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μοῦ ἐστιν ἵνα μὴ σαλευθῶ· καὶ αὖθις· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. ἐκολλήθη γὰρ ὄντως ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Χριστοῦ, συναρμοσθεῖσα αὐτῷ ἀρραγεῖ συναφείᾳ. οὐ μετετράπη τῆς θαυμαστῆς ταύτης ἐργασίας, οὐκ ἠλλοίωσε τὸν κανόνα τῆς ἀσκήσεως ἑαυτοῦ, ἀπ’ ἀρχῆς μέχρι τέλους, ἴσην τηρήσας τὴν προθυμίαν ἐκ νεωτέρας μέχρι τῆς τοσαύτης ἡλικίας, μᾶλλον δὲ καὶ εἰς ὑψηλοτέραν ὁσημέραι προκόπτων τὴν ἀρετὴν καὶ καθαρωτέρας ἀξιούμενος θεωρίας. Ἀμέλει τοιαύτην πολιτευσάμενος πολιτείαν καὶ οὕτως ἀξίαν τῆς ἑαυτοῦ κλήσεως ἐργασίαν ἀποδεδωκὼς

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
