# Βαρλαάμ καί Ἰωάσαφ 40.363

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/40.363

τῷ καλέσαντι, σταυρώσας τὸν κόσμον ἑαυτῷ καὶ ἑαυτὸν τῷ κόσμῳ, ἐν εἰρήνῃ πρὸς τὸν τῆς εἰρήνης ἀναλύει Θεόν, καὶ πρὸς τὸν ἀεὶ ποθούμενον ἐκδημεῖ Δεσπότην, καὶ τῷ προσώπῳ Κυρίου ἀμέσως καὶ καθαρῶς ἐμφανίζεται, τῷ τῆς ἐκεῖθέν τε δόξης ἤδη προηυτρεπισμένῳ αὐτῷ στεφάνῳ κοσμεῖται, καὶ Χριστὸν βλέπειν καταξιοῦται, Χριστῷ συνεῖναι, Χριστοῦ τῷ κάλλει διὰ παντὸς ἐναγάλλεσθαι, οὗπερ εἰς χεῖρας τὴν ἑαυτοῦ ψυχὴν παραθέμενος, ἐν τῇ τῶν ζώντων μετεφοίτησε χώρᾳ, ἔνθα ἦχος ἑορταζόντων, ἔνθα τῶν εὐφραινομένων ἡ κατοικία. Τὸ δέ γε τίμιον αὐτοῦ σῶμα ἐκ γειτόνων αὐτῷ τὰς οἰκήσεις ποιούμενός τις ἀνὴρ ἅγιος, ὃς καὶ τὴν πρὸς βαρλαάμ πορείαν ἐκείνῳ ποτὲ ὑπέδειξε, θείᾳ τινὶ μυηθεὶς ἀποκαλύψει κατ’ αὐτὴν τὴν ὥραν τῆς τελειώσεως αὐτοῦ παραγίνεται, καὶ ὕμνοις ἱεροῖς τιμήσας, δάκρυά τε κατασπείσας, σύμβολον τοῦ πρὸς αὐτὸν πόθου, τἄλλα δὴ τὰ νενομισμένα Χριστιανοῖς πάντα τελέσας, ἐν τῷ τοῦ πατρὸς ἔθετο Βαρλαάμ μνήματι. συνεῖναι γὰρ ἔδει τὰ σώματα ὧν αἱ ψυχαὶ συνδιαιωνίζειν ἔμελλον ἀλλήλαις. Προστάγματι δέ τινος φοβερωτάτου κατ’ ὄναρ κραταιῶς ἐπισκήπτοντος πεισθείς,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
