# Βαρλαάμ καί Ἰωάσαφ 40.364

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/40.364

ὁ τοῦτον κηδεύσας ἀναχωρητὴς τὰ βασίλεια καταλαμβάνει Ἰνδῶν, καὶ τῷ βασιλεῖ Βαραχίᾳ προσελθὼν πάντα αὐτῷ δῆλα τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τοῦ μακαρίου τούτου τίθησιν Ἰωάσαφ. ὁ δέ, μηδὲν μελλήσας, ἀπέρχεται αὐτὸς μετὰ δυνάμεως ὄχλου, καὶ τῷ σπηλαίῳ ἐφίσταται, τὸ μνῆμά τε θεωρεῖ, καί, τούτῳ θερμότατα ἐπιδακρύσας, αἴρει τὸ κάλυμμα. καὶ ὁρᾷ τόν τε Βαρλαὰμ καὶ τὸν Ἰωάσαφ ἔχοντας τὰ μέλη κατὰ σχῆμα κείμενα, καὶ τὰ σώματα οὐδὲν τοῦ προτέρου χρωτὸς παραλλάττοντα, ὁλόκληρα δὲ καὶ ἀκριβῶς ὑγιῆ σὺν τοῖς ἐνδύμασι. ταῦτα τοίνυν τὰ ἱερὰ τῶν ἁγίων ψυχῶν σκηνώματα, πολλὴν ἐκπέμποντα τὴν εὐωδίαν καὶ οὐδὲν ὅλως ἀηδὲς ἐπιδεικνύμενα, θήκαις ἐνθεὶς ὁ βασιλεὺς τιμίαις, εἰς τὴν ἑαυτοῦ πατρίδα μετακομίζει. Ὡς δὲ εἰς τὰς ἀκοὰς ἔπιπτε τοῦ λαοῦ τὸ γεγονός, πλῆθος ἀριθμοῦ κρεῖττον ἐκ πάντων τε τῶν πόλεων καὶ τῶν περιχώρων εἰς προσκύνησιν καὶ θέαν συνέρρεον τῶν μακαρίων σωμάτων ἐκείνων. ἔνθεν τοι καὶ ὕμνους ἐπ’ αὐτοῖς τοὺς ἱεροὺς ᾅσαντες, καὶ λαμπάδας φιλοτίμως ἀνάψαντες ʽἀκολούθως, ἄν τις εἶπεν, ἐκεῖ καὶ λίαν οἰκείως τὰ φῶτα περὶ τοὺς τοῦ φωτὸς υἱούς τε καὶ κληρονόμουσ̓, λαμπρῶς δὲ ὁμοῦ καὶ μεγαλοπρεπῶς ἐν τῇ ἐξ αὐτῶν κρηπίδων παρὰ τοῦ Ἰωάσαφ ἀνεγηγερμένῃ κατέθεντο ἐκκλησίᾳ. πολλὰ δὲ θαύματα καὶ ἰάσεις ἔν τε τῇ μετακομιδῇ, ἔν τε τῇ καταθέσει,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
