# Βαρλαάμ καί Ἰωάσαφ 40.365

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/40.365

καὶ ἐν τοῖς ἑξῆς χρόνοις διὰ τῶν ὁσίων αὐτοῦ θεραπόντων ἐποίησε Κύριος. καὶ εἶδεν ὁ βασιλεύς τε Βαραχίας καὶ πᾶς ὁ ὄχλος τὰς δι᾽ αὐτῶν γενομένας δυνάμεις, καὶ πολλοὶ τῶν πέριξ ἐθνῶν, ἀπιστίαν νοσοῦντες καὶ τοῦ θεοῦ ἄγνοιαν, διὰ τῶν γινομένων ἐν τῷ μνήματι σημείων ἐπίστευσαν. καὶ πάντες οἱ ὁρῶντές τε καὶ ἀκούοντες τὴν ἀγγελομίμητον τοῦ Ἰωάσαφ πολιτείαν καὶ τὸν ἐξ ἁπαλῶν ὀνύχων διάπυρον αὐτοῦ πρὸς τὸν Θεὸν πόθον, ἐθαύμαζον δοξάζοντες ἐν πᾶσι τὸν θεόν, τὸν ἀεὶ συνεργοῦντα τοῖς ἀγαπῶσιν αὐτὸν καὶ μεγίσταις τούτους ἀμειβόμενον δωρεαῖς. Ἕως ὧδε τὸ πέρας τοῦ παρόντος λόγου, ὃν παρὰ τῶν ἀψευδῶς παραδεδωκότων μοι τιμίων ἀνδρῶν. γένοιτο δὲ ἡμᾶς, τοὺς ἀναγινώσκοντάς τε καὶ ἀκούοντας τὴν ψυχωφελῆ διήγησιν ταύτην, τῆς μερίδος ἀξιωθῆναι τῶν εὐαρεστησάντων τῷ Κυρίῳ, εὐχαῖς καὶ πρεσβείαις Βαρλαάμ τε καὶ Ἰωάσαφ τῶν μακαρίων, περὶ ὧν ἡ διήγησις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
