# Βαρλαάμ καί Ἰωάσαφ 5.33

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/5.33

καὶ ἐπαύσατο μὲν ὁ τοῦ βασιλέως υἱὸς ἐπερωτῶν, ὠδυνήθη δὲ τὴν καρδίαν ἐπὶ τῷ ὁραθέντι, καὶ ἠλλοιώθη ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ τῷ ἀσυνήθει τοῦ πράγματος. Μετ’ οὐ πολλὰς δὲ ἡμέρας αὖθις διερχόμενος ἐντυγχάνει γέροντι πεπαλαιωμένῳ ἐν ἡμέραις πολλαῖς, ἐρρικνωμένῳ μὲν τὸ πρόσωπον, παρειμένῳ δὲ τὰς κνήμας, συγκεκυφότι, καὶ ὅλως πεπολιωμένῳ, ἐστερημένῳ τοὺς ὀδόντας, καὶ ἐγκεκομμένα λαλοῦντι. ἔκπληξις οὖν αὐτὸν λαμβάνει· καὶ δὴ πλησίον τοῦτον ἀγαγὼν ἐπηρώτα μαθεῖν τὸ τῆς θέας παράδοξον. οἱ δὲ συμπαρόντες εἶπον· Οὗτος χρόνων ἤδη πλείστων ὑπάρχει, καὶ κατὰ μικρὸν μειουμένης αὐτῷ τῆς ἰσχύος, ἐξασθενούντων δὲ τῶν μελῶν, εἰς ἣν ὁρᾷς ἔφθασε ταλαιπωρίαν. Καὶ τί, φησί, τούτου τὸ τέλος; οἱ δὲ εἶπον αὐτῷ· Οὐδὲν ἄλλο ἢ θάνατος αὐτὸν διαδέξεται. Ἀλλὰ καὶ πᾶσιν, ἔφη, τοῖς ἀνθρώποις τοῦτο πρόκειται; ἢ καὶ τοῦτο ἐνίοις αὐτῶν συμβαίνει; ἀπεκρίθησαν ἐκεῖνοι· Εἰ μὴ προλαβὼν ὁ θάνατος μεταστήσει τινὰ τῶν ἐντεῦθεν, ἀδύνατον, τῶν χρόνων προβαινόντων, μὴ εἰς ταύτης ἐλθεῖν τὴν πεῖραν τῆς τάξεως. καί φησιν ὁ παῖς· ἐν πόσοις οὖν ἔτεσι τοῦτο ἐπέρχεταί τινι; καὶ εἰ πάντως πρόκειται ὁ θάνατος, καὶ οὐκ ἔστι μέθοδος τοῦτον παραδραμεῖν, καὶ μηδὲ εἰς ταύτην ἐλθεῖν τὴν ταλαιπωρίαν; λέγουσιν αὐτῷ· Ἐν ὀγδοήκοντα μὲν ἢ καὶ ἑκατὸν ἔτεσιν εἰς τοῦτο τὸ γῆρας καταντῶσιν οἱ ἄνθρωποι, εἶτα ἀποθνήσκουσι, μὴ ἄλλως ἐνδεχομένου. χρέος γὰρ φυσικὸν ὁ θάνατός ἐστιν, ἐξ ἀρχῆς ἐπιτεθὲν τοῖς ἀνθρώποις, καὶ ἀπαραίτητος ἡ τούτου ἐπέλευσις.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
