# Βαρλαάμ καί Ἰωάσαφ 6.36

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/6.36

σοφὸς τὰ θεῖα, βίῳ τε καὶ λόγῳ κοσμούμενος, καὶ εἰς ἄκρον πᾶσαν μοναχικὴν μετελθὼν πολιτείαν· ὅθεν μὲν ὁρμώμενος καὶ ἐκ ποίου γένους οὐκ ἔχω λέγειν, ἐν πανερήμῳ δέ τινι τῆς Σενααρίτιδος γῆς τὰς οἰκήσεις ποιούμενος, καὶ τῆς ἱερωσύνης τετελειωμένος τῇ χάριτι. Βαρλαὰμ ἦν ὄνομα τούτῳ τῷ γέροντι. οὗτος οὖν ἀποκαλύψει τινὶ θεόθεν αὐτῷ γενομένῃ γνοὺς τὰ κατὰ τὸν υἱὸν τοῦ βασιλέως, ἐξελθὼν τῆς ἐρήμου, πρὸς τὴν οἰκουμένην κατῆλθε. καί, ἀμείψας τὸ ἑαυτοῦ σχῆμα, ἱμάτιά τε κοσμικὰ ἀμφιασάμενος, καὶ νηὸς ἐπιβάς, ἀφίκετο εἰς τὰ τῶν Ἰνδῶν βασίλεια, καὶ ἐμπόρου ὑποδὺς προσωπεῖον, τὴν πόλιν καταλαμβάνει, ἔνθα δὴ ὁ τοῦ βασιλέως υἱὸς τὸ παλάτιον εἶχε. καί, ἡμέρας διατρίψας ἐκεῖσε πολλάς, ἠκριβολογήσατο τὰ κατ’ αὐτὸν καὶ τίνες οἱ τούτῳ πλησιάζοντες. μαθὼν οὖν τὸν ἀνωτέρω ῥηθέντα παιδαγωγὸν πάντων αὐτῷ μᾶλλον οἰκειότατον εἶναι, προσελθὼν αὐτῷ κατ’ ἰδίαν, ἔφη· Γινώσκειν σε βούλομαι, κύριέ μου, ὅτι ἔμπορος ἐγὼ ἐκ μακρᾶς ἐλήλυθα χώρας, καὶ ὑπάρχει μοι λίθος τίμιος, ᾧ παρόμοιος πώποτε οὐχ εὑρέθη. καὶ οὐδενὶ μέχρι τοῦ νῦν τοῦτον ἐφανέρωσα· σοὶ δὲ κατάδηλον ἤδη ποιῶ, συνετόν τε καὶ νουνεχῆ βλέπων σε ἄνδρα,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
