Ancient Greek · ~6 min
Chapter 6
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 6.37
Not analysed yet
ὡς ἂν εἰσαγάγῃς με πρὸς τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἐπιδώσω τοῦτον αὐτῷ. πάντων γὰρ τῶν καλῶν ἀσυγκρίτως ὑπερέχει· δύναται καὶ τυφλοῖς τῇ καρδίᾳ φῶς δωρεῖσθαι σοφίας, κωφῶν δὲ ὦτα ἀνοίγειν, ἀλάλοις τε φωνὴν διδόναι, καὶ ῥῶσιν τοῖς νοσοῦσι παρέχειν· τοὺς ἄφρονας σοφίζει, δαίμονας διώκει, καὶ πᾶν ὅ τι καλὸν καὶ ἐράσμιον ἀφθόνως χορηγεῖ τῷ κεκτημένῳ αὐτόν. λέγει πρὸς αὐτὸν ὁ παιδαγωγός· Ὁρῶ σε ἄνθρωπον σταθεροῦ καὶ βεβηκότος φρονήματος· τὰ δὲ ῥήματά σου ἄμετρά σε καυχᾶσθαι ἐμφαίνουσι. λίθους γὰρ καὶ μαργαρίτας πολυτελεῖς καὶ πολυτίμους πῶς ἄν σοι διηγησαίμην ὅσους ἑώρακα; ἔχοντας δὲ τοιαύτας ἃς εἴρηκας δυνάμεις οὔτε εἶδον, οὔτε ἤκουσα. ὅμως ὑπόδειξόν μοι αὐτόν, καί, εἴ ἐστι κατὰ τὸ ῥῆμά σου, θᾶττον εἰσάγω τοῦτον πρὸς τὸν τοῦ βασιλέως υἱόν, καὶ τιμὰς ὅτι μεγίστας καὶ δωρεὰς λήψῃ παρ’ αὐτοῦ. πρινὴ δὲ βεβαιωθῆναί με τῇ ἀψευδεῖ τῶν ὀφθαλμῶν ὁράσει, ἀδύνατόν μοι τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ περὶ πράγματος ἀφανοῦς ταῦτα δὴ τὰ ὑπέρογκα ἀπαγγεῖλαι. ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας μήτε ἑωρακέναι πώποτε μήτε ἀκηκοέναι τοιαύτας δυνάμεις καὶ ἐνεργείας· ὁ γὰρ πρὸς σέ μου λόγος οὐ περί του τυχόντος ἐστὶ πράγματος, ἀλλὰ θαυμαστοῦ τινὸς καὶ μεγάλου. ὅτι δὲ ἐζήτησας τοῦτον θεάσασθαι, ἄκουσον τῶν ἐμῶν ῥημάτων. Ὁ λίθος οὗτος ὁ πολύτιμος μετὰ τῶν προειρημένων ἐνεργειῶν καὶ δυνάμεων, ἔτι καὶ ταύτην κέκτηται τὴν ἰσχύν· οὐ δύναται θεάσασθαι αὐτὸν ἐκ τοῦ προχείρου ὁ μὴ ἔχων ἐρρωμένην μὲν τὴν ὅρασιν καὶ ὑγιαίνουσαν,