Ancient Greek · ~5 min
Chapter 6
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 6.43
Not analysed yet
σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῷ μεγιστᾶνας ἐπὶ τῇ τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια. οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῇ πίσσῃ κατακεχρισμένα καὶ τῇ ἀσφάλτῳ εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα. Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῇ δόξῃ καὶ δυναστείᾳ σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων. εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῇ τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίᾳ. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα,