# Βαρλαάμ καί Ἰωάσαφ 7.47

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/7.47

οἵτινες, κακοὶ γεγονότες τὴν προαίρεσιν, καί, ἀντὶ τοῦ ἀγαθοῦ τῇ ἀποστασίᾳ ἐξακολουθήσαντες τοῦ ἄρχοντος αὐτῶν, δαίμονες ὠνομάσθησαν, ὡς πλάνοι καὶ ἀπατεῶνες. Ἀρνησάμενος οὖν πάντη τὸ ἀγαθὸν ὁ διάβολος, καὶ πονηρὰν προσλαβόμενος φύσιν, φθόνον ἀνεδέξατο πρὸς τὸν ἄνθρωπον, ὁρῶν ἑαυτὸν μὲν ἐκ τηλικαύτης ἀπορριφθέντα δόξης, ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον, καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς. τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος, δι’ αὐτοῦ ὡμίλησε τῇ γυναικί, καί πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως, δι’ αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ, οὕτω τοῦ πρωτοπλάστου κληθέντος. καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ Δημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον ʽφεῦ μοἰ βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται. ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
