Ancient Greek · ~4 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.48
Not analysed yet
πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ τῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν· ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν. ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες. Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος Δεσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους, ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ Δημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα·