Ancient Greek · ~5 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.50
Not analysed yet
οὔτε μὴν τοῖς στοιχείοις τῆς γῆς ἢ τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο· ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω, καὶ αὐτὸν εἶναι Δημιουργὸν τοῦ παντὸς καὶ συνοχέα συνῆκεν. ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως, ὁ Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ, οὐ καθὼς ἔχει φύσεως ʽΘεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον̓, ἀλλ’ οἰκονομικαῖς τισι θεοφανείαις, ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδόξασε, καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν, τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν. διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν ὁ Δεσπότης εὐδόκησε, καὶ λαὸν περιούσιον αὑτῷ ὠνόμασε, καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών,. ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων· δι’ ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας, καὶ τοὺς Ἰσραηλίτας ʽοὕτω γὰρ ὁ λαὸς ἐκεῖνος ὀ τοῦ Ἀβραὰμ ἀπόγονος ἐκέκλητὀ διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων· τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ’ ἴχνος αὐτῶν εἰσελθόντων, ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν.