# Βαρλαάμ καί Ἰωάσαφ 7.51

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/7.51

εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων, νόμον δέδωκε πλαξὶ λιθίναις θεόθεν γεγραμμένον, ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους, τύπον ὄντα καὶ σκιαγραφίαν τῶν μελλόντων, τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων, μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι, καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι· τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι. καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, δι᾽ ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν. ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο ἡ φύσις ἡμῶν, καὶ ἐβασίλευε τῶν ἀνθρώπων ὁ θάνατος, τῇ τυραννίδι τοῦ διαβόλου, καὶ τῇ καταδίκῃ τοῦ ᾅδου πάντας παραπέμπων. Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν ὁ πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
