Ancient Greek · ~5 min
Chapter 7
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 7.52
Not analysed yet
ἀλλ’ εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὤν, καὶ Θεὸς ὤν, συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστον καὶ ἀκατάληπτον, καί, Θεὸς ὢν τέλειος, ἄνθρωπος τέλειος γίνεται ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου, οὐκ ἐκ σπέρματος ἀνδρός, ἢ θελήματος, ἢ συναφείας, ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ’ ἐκ Πνεύματος ἁγίου, καθὼς καὶ πρὸ τῆς συλλήψεως εἷς τῶν ἀρχαγγέλων ἀπεστάλη μηνύων τῇ Παρθένῳ τὴν ξένην σύλληψιν ἐκείνην καὶ τὸν ἄφραστον τόκον. ἀσπόρως γὰρ συνελήφθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ Πνεύματος ἁγίου, καὶ συμπήξας ἑαυτῷ ἐν τῇ μήτρᾳ τῆς Παρθένου σάρκα ἐμψυχουμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, προῆλθεν ἐν μιᾷ τῇ ὑποστάσει, δύο δὲ ταῖς φύσεσι, τέλειος Θεός, καὶ τέλειος ἄνθρωπος, ἄφθορον τὴν παρθενίαν τῆς τεκούσης καὶ μετὰ τὸν τόκον φυλάξας, καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν. ἐπεὶ γὰρ δι’ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον,