# Βαρλαάμ καί Ἰωάσαφ 7.54

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/7.54

ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες· καί, κρατήσαντες αὐτόν, τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο, ἑκουσίᾳ βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ. ἦλθε γὰρ δι’ ἡμᾶς πάντα παθεῖν, ἵν’ ἡμᾶς τῶν παθῶν ἐλευθερώσῃ. πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι, σταυρῷ τὸ τελευταῖον κατεδίκασαν. καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός, ἧς ἐξ ἡμῶν ἀνελάβετο, τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης. δύο γὰρ φύσεων ὑπάρχων, τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο, ἡ μὲν ἀνθρωπεία φύσις ἔπαθεν, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος. ἐσταυρώθη οὖν τῇ σαρκὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὢν ἀναμάρτητος. ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐχ ὑπέκειτο θανάτῳ· διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον, ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἀλλὰ δι’ ἡμᾶς ἀπέθανε σαρκὶ ἵν’ ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος. κατῆλθεν εἰς ᾅδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπʼ αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε. τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη, νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ’

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
