Ancient Greek
Chapter 8
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 8.63
Not analysed yet
ἥτις ψυχὴ λογική τε καὶ νοερὰ προσαγορεύεται· ἐπεὶ δὲ θάνατον κατεκρίθημεν, ἀποθνήσκομεν πάντες, καὶ οὐκ ἔστι τὸ ποτήριον τοῦτό τινα τῶν ἀνθρώπων παραδραμεῖν· ἔστι δὲ ὁ θάνατος χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος. ἐκεῖνο μὲν οὖν τὸ ἐκ γῆς διαπλασθὲν σῶμα, χωρισθὲν τῆς ψυχῆς, εἰς γῆν ὑποστρέφει, ἐξ ἧσπερ καὶ ἐλήφθη, καὶ φθειρόμενον διαλύεται· ἡ δὲ ψυχή, ἀθάνατος οὖσα, πορεύεται ἔνθα κελεύει ὁ Δημιουργός, μᾶλλον δὲ καθὼς αὐτὴ προητοίμασεν ἑαυτῇ κατάλυμα ἔτι τῷ σαρκίῳ συνοῦσα. καθὼς γάρ τις πολιτεύσηται ἐνταῦθα, μέλλει ἀπολαμβάνειν ἐκεῖθεν. Εἶτα μετὰ πλείστους χρόνους ἐλεύσεται Χριστὸς ὁ Θεὸς ἡμῶν κρῖναι τὸν κόσμον ἐν δόξῃ φοβερᾷ καὶ ἀνεκδιηγήτῳ, οὗ τῷ φόβῳ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων τρόμῳ παρίστανται ἐνώπιον αὐτοῦ. τότε ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ ἀναστήσονται οἱ νεκροί, καὶ παραστήσονται τῷ φοβερῷ αὐτοῦ θρόνῳ. ἔστι δὲ ἡ ἀνάστασις συνάφεια πάλιν ψυχῆς τε καὶ σώματος. αὐτὸ οὖν τὸ σῶμα, τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον. καὶ μηδαμῶς σοι ἀπιστίας λογισμὸς περὶ τούτου ἐπέλθοι· οὐκ ἀδυνατεῖ γὰρ τῷ ἐξ ἀρχῆς ἐκ τῆς γῆς διαπλάσαντι