# Βαρλαάμ καί Ἰωάσαφ 9.67

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/9.67

Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν ἔφη. Μεγάλα τινὰ καὶ θαυμαστὰ πράγματα λέγεις μοι, ἄνθρωπε, φόβου πολλοῦ καὶ τρόμου ἄξια, εἰ ταῦτά γε οὕτως ἔχει, καὶ ἔστι πάλιν, μετὰ τὸ ἀποθανεῖν καὶ εἰς τέφραν καὶ κόνιν διαλυθῆναι, ἀνάστασις καὶ παλιγγενεσία, ἀμοιβαί τε καὶ εὔθυναι τῶν βεβιωμένων. ἀλλὰ τίς ἡ τούτων ἀπόδειξις; καὶ πῶς, τὸ τέως μὴ θεαθὲν μαθόντες, οὕτως ἀραρότως καὶ ἀναμφιλέκτως ἐπιστεύσατε; τὰ μὲν γὰρ ἤδη πραχθέντα καὶ ἔργοις φανερωθέντα, κἂν αὐτοὶ οὐκ εἴδετε, ἀλλὰ τῶν ἱστορησάντων ἠκούσατε· πῶς δέ, καὶ περὶ τῶν μελλόντων τοιαῦτα μεγάλα καὶ ὑπέρογκα κηρύττοντες, ἀσφαλῆ τὴν περὶ αὐτῶν κέκτησθε πληροφορίαν; Καί φησιν ὁ Βαρλαάμ· Ἐκ τῶν ἤδη πραχθέντων ἐκτησάμην καὶ τῶν μελλόντων τὴν πληροφορίαν· οἱ γὰρ ταῦτα κηρύξαντες ἐν οὐδενὶ τῆς ἀληθείας διαμαρτόντες, ἀλλὰ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι τὰ λεχθέντα ἐμπεδωσάμενοι, αὐτοὶ καὶ περὶ τῶν μελλόντων εἰσηγήσαντο.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
