# De aeternitate mundi 102

Joannes Philoponus, De aeternitate mundi, Page 102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/102

τὸ ὕστερον ἐσόμενον ἤδη πάρεστιν τῷ θεῷ καὶ ἀεὶ πάρεστιν καὶ οὕτω πάρεστιν ὡς προνενοημένον εἰς τὸ ὕστερον καὶ διὰ τοῦτο ἑκάστη τοῦ θεοῦ ἐνέργεια τελεία ἐστὶν ὡς τῇ προγνώσει εἰληφυῖα τὰ ὕστερον ἔσεσθαι μέλλοντα, ὡς μηδὲν ἐλλείπειν μηδὲ δεῖσθαι μηδενὸς τότε τὴν τοῦ θεοῦ ἐνέργειαν, ὁπόταν τὸ πρὶν μέλλον ὕστερον ἤδη παράγει, εἰ ταῦτα ἀληθῆ, ἀνάγκη δήπου τὰ αὐτὰ συγχωρεῖν αὐτούς, καὶ εἰ ἀπό τινος ἀρχῆς ὁ κόσμος ὑπέστη. ὥστε δηλονότι καὶ πρὶν ὑποστῇ ὁ κόσμος παρῆν τῷ θεῷ ὡς προνενοημένος <εἰς τὸ> ὕστερον καὶ διὰ τοῦτο τελεία ἡ δημιουργικὴ τοῦ θεοῦ ἐνέργεια τῷ μηδὲν ὕστερον εἶναι παρὰ τῷ θεῷ, διότι τὸ ὕστερον ἐσόμενον ἤδη πάρεστιν αὐτῷ τῇ προγνώσει, καὶ τῷ μηδὲν ὕστερον δεῖσθαι προσλαβεῖν εἰς τὴν τοῦ κόσμου παραγωγήν. τούτων οὖν οὕτως καὶ παρὰ αὐτοῖς κατὰ τὰς κοινὰς περὶ θεοῦ ἐννοίας ὡμολογημένων πῶς οὐ λίαν εἰσὶν ἀναιδεῖς καὶ παρὰ τὰ σφίσιν αὐτοῖς καλῶς δόξαντα φάσκοντες ὡς, εἰ μὴ ἀίδιος εἴη ὁ κόσμος, πρὶν γενέσθαι αὐτὸν ἀτελὴς ἔσται ὁ τούτου δημιουργὸς καί, ὁπηνίκα δημιουργοίη, χρόνου τε δεήσεται καὶ ἀλλοιώσεως οὐκ ἄμοιρος ἔσται; αὐτὸς οὖν ἑαυτοῦ κατὰ πάντα πλήρωμα ὢν ὁ θεὸς οὐδὲν <ἐκ τῆς> πρὸς τὰ ἔξω σχέσεως προσλήψεται εἰς τελείωσιν. Τέλος λύσεως τοῦ τετάρτου λόγου.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
