# De aeternitate mundi 107

Joannes Philoponus, De aeternitate mundi, Page 107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/107

ὅπερ ἂν οὖν ἐν τῇ καταφάσει σημαίνει τὸ ποτέ, τοῦτο καὶ ἐν τῇ ἀποφάσει σημαίνειν ἀνάγκη. εἰ οὖν ἐν τῷ λέγειν ποτὲ εἶναι καὶ μὴ ἀεὶ τὸ μέλλον οἷον τὴν αὔριον ἡμέραν οὐκ ἴδιόν τινα χρόνον σημαίνει αὐτὸ καθ' αὑτὸ τὸ ποτέ, οὐδ' ἄρα ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν χρόνον ἰδίου τινὸς χρόνου δηλωτικόν ἐστιν τὸ ποτέ· ὡς γὰρ ἐπὶ τοῦ μερικοῦ χρόνου οἷον τῆς αὔριον ποτὲ ἐσομένης καὶ οὐκ ἀεὶ οὐ χρόνον σημαίνει τὸ ποτέ, οὕτως οὐδὲ ἐπὶ τοῦ ὅλου χρόνου ποτὲ εἶναι ἢ μὴ εἶναι λεγομένου καὶ μὴ ἀεὶ χρόνον ἐξ ἀνάγκης σημαίνει τὸ ποτέ, ἀλλὰ καθ' ἑκάτερον οὐδὲν ἕτερον σημαίνεται ἢ τὸ μὴ ἀεὶ εἶναι τὸν χρόνον, οὗ κατηγορεῖται τὸ ποτέ. πῶς οὖν οὐ γελοῖον ἄνδρα φιλόσοφον ἀληθείας μόνης ἀντέχεσθαι φρυαττόμενον μὴ τῆς ἐννοίας τοῦ λόγου στοχάζεσθαι, ἐπιπηδᾶν δὲ ταῖς λέξεσιν, ἐπεὶ μὴ ἄλλως σημαίνειν ἐνδέχεται τά τε ἀρχὴν καὶ τέλος τοῦ εἶναι ἔχοντα ἢ τοῖς τοιούτοις χρονικοῖς προσρήμασιν; γʹ. Ὅτι δὲ οὐ πάντως ἅμα τῷ χρήσασθαι χρονικῷ τινι προσρήματι εὐθὺς καὶ χρόνος συνεπινοεῖται, δῆλον ἐντεῦθεν· εἰ γάρ τις οὕτως εἴποι ‘ὅτε τὸ κινούμενον παύσεται τοῦ κινεῖσθαι, τότε καὶ τοῦ ἠρεμεῖν ἄρχεται’, ἆρα ὁ οὕτως λέγων, ἐπειδὴ χρονικοῖς προσρήμασιν ἐχρήσατο τῷ ὅτε καὶ τῷ τότε, εὐθὺς καὶ χρόνον ἐδήλωσεν; ἀλλ' ἀδύνατον· ἐν ἑνὶ γὰρ καὶ τῷ αὐτῷ νῦν παύεταί τε τὸ κινούμενον τοῦ κινεῖσθαι καὶ ἄρχεται τοῦ ἠρεμεῖν· οὐδὲ γὰρ τὸ τῆς κινήσεως τέλος οὐδὲ ἡ ἀρχὴ τῆς ἠρεμίας ἐν χρόνῳ ἐστίν· ἐν γὰρ τῷ χρόνῳ ἢ ἠρεμεῖν ἀνάγκη ἢ κινεῖσθαι τὸ πεφυκός· ὑπό-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
