# De aeternitate mundi 114

Joannes Philoponus, De aeternitate mundi, Page 114. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/114

τῶν εἰρημένων πάντων ὑποδειγμάτων τὰ χρονικὰ προσρήματα οὐχ οὕτως ἐν τῇ φράσει παραλαμβάνεται, ὡς παντὶ τρόπῳ αὐτὰ καθ' αὑτὰ ἀντὶ χρόνου τινὸς νοεῖσθαι, εἰ καὶ συνεμφαίνεται ἐν αὐτοῖς κατὰ τὸ παρεπόμενον τὰ τοῦ χρόνου μόρια, ἀλλ' ἢ ὕπαρξίν τινα δηλοῖ ἢ χρόνου τινὸς πέρας ἢ ἀρχήν, ὡς διὰ τῶν προλαβόντων ὑποδειγμάτων ἐδείξαμεν, οὕτως οὐδέ, εἰ λέγοιτο ποτὲ μὴ εἶναι ὁ χρόνος ἢ ποτὲ μὴ ἔσεσθαι, ἀναγκασθησόμεθα διὰ τὸ ποτέ χρονικὸν ἐπίρρημα ἢ πρὸ τοῦ χρόνου χρόνον εἶναι λέγειν ἢ μετὰ τὸν χρόνον, ἀλλὰ τὸ μὲν λέγεσθαι ποτὲ μὴ εἶναι τὸν χρόνον τοῦ ἀρχὴν ἔχειν καὶ μὴ ἀίδιον εἶναι δηλωτικόν φαμεν, τὸ δὲ ποτὲ μὴ ἔσεσθαι τοῦ παύσεσθαι καὶ μὴ ἀτελεύτητον εἶναι. καὶ οὐδέν μοι νῦν ὁ λόγος πολυπραγμονήσει, εἴτε παύσεται ὁ χρόνος εἴτε μή, ἀλλὰ τοσοῦτον μόνον ἐκ τῶν εἰρημένων ἔστω δεδειγμένον, ὅτι οὐδὲν ἀναγκαῖον ἔχει, μᾶλλον δὲ καὶ εἰς ἄτοπον ἐκπίπτει τὸ προκείμενον τοῦ Πρόκλου ἐπιχείρημα. δʹ. Ἔστιν δὲ καὶ οὕτως εἰπεῖν εἰς τὸ προκείμενον. εἰ, ὥσπερ τῆς κινήσεως τοῦ οὐρανοῦ μετρητικός ἐστιν ὁ χρόνος, οὕτω καὶ ὁ αἰὼν τῆς τῶν ἀιδίων ὑπάρξεως, ὡς καὶ αὐτὸς ὁ Πρόκλος ἐν τούτοις φησὶν ‘μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως ὁ χρόνος, ὡς καὶ ὁ αἰὼν τῆς τοῦ αὐτοζῴου ζωῆς’, εἰ οὖν ὁ αἰὼν τῆς ζωῆς τοῦ αὐτοζῴου ἤγουν τῶν ἀιδίων ἐστὶν μέτρον, ἀνάγκη που πάντως μὴ ἓν σημεῖον εἶναι τὸν αἰῶνα ἀλλά τι πλάτος καὶ παράτασίν τινα, ἵν' οὕτως εἴπω,

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
