# De aeternitate mundi 115

Joannes Philoponus, De aeternitate mundi, Page 115. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/115

τῷ εἶναι τῶν αἰωνίων συμπαρατεινόμενον, οὐχ ὡς ὁ χρόνος τμήμασι διαφόροις τεμνόμενος, ἐνιαυτοῖς φημι καὶ μησὶ νυξί τε καὶ ἡμέραις, ἀλλ' ὥσπερ ἄν, εἴ τις κατ' ἐπίνοιαν τὸν οὐρανὸν ἔστησεν καὶ τὴν τοῦ ἡλίου φοράν, οὐκέτι μὲν διάφορα χρόνου τμήματα ἐπενοεῖτο δ' οὖν ὅμως παράτασίς τις ὁμοιομερὴς τῇ τοῦ κόσμου ὑπάρξει συμπαραθέουσα, οὕτω δήπου καὶ ἐπὶ τῶν ἀιδίων ἔστιν εἰπεῖν ὅτι, εἰ καὶ μὴ ἔστιν φορά τις χρονικοῦ διαστήματος ἐπὶ τοῦ τὸ εἶναι αὐτῶν μετροῦντος αἰῶνος, ἀλλ' οὖν πάντως παράτασίς τις ὁμοειδὴς αὐτὴ ἑαυτῇ τῷ εἶναι αὐτῶν συνεπινοεῖται· οὐ γάρ ἐστιν ἀμερές τι σημεῖον, ὡς εἶπον, ὁ αἰὼν οὐδὲ τὰ αἰώνια ἐν ἑνί τινι σημείῳ μόνον ὑφέστηκεν. ὅθεν καὶ μέτρον εἶπεν εἶναι τῆς τῶν ἀιδίων ζωῆς τὸν αἰῶνα ὁ Πρόκλος καὶ πρὸ ἐκείνου Πλάτων· ‘χρόνος’ γάρ, φησίν, ‘μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίνηται ἵν' ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ, παράδειγμα πάντα τὸν αἰῶνά ἐστιν, ὁ δ' αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον’. ὥστε, εἰ πάντα τὸν αἰῶνά φησιν εἶναι τὸ τοῦ κόσμου παράδειγμα ὁ Πλάτων καὶ μέτρον εἶναι τῆς τῶν ἀιδίων ζωῆς, δηλονότι οὐχ ἕν τι σημεῖον εἶναι τὸν αἰῶνα οἴεται (τὸ γὰρ πᾶν οὐ σημεῖον οὐδὲ τὸ μέτρον ἀμερές), ἀλλὰ μίαν τινὰ καὶ ὁμαλὴν τῆς ζωῆς τῶν ἀιδίων παράτασιν μηδεμιᾷ τεμνομένην διαφορότητι ἀλλ' ἑστηκυῖαν ἀεὶ τὴν αὐτὴν καὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
