# De aeternitate mundi 117

Joannes Philoponus, De aeternitate mundi, Page 117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/117

θεοῦ ἐννοίαις ἡ φαντασία τύπους ἡμῖν καὶ ὄγκους περὶ αὐτοῦ νοεῖν ὑπολαμβάνουσα, οὐ μὴν οὐδὲ ἀχρόνως τὰ ὑπὲρ χρόνον ἐννοῆσαι δυνάμεθα καὶ οὐ διὰ τὴν τῆς ἡμετέρας θεωρίας ἀσθένειαν ἤδη καὶ τὰ πράγματα οὕτως ἔχειν ἀνάγκη, ἀλλὰ τῷ τῆς ψυχῆς κριτηρίῳ τὸ παρεμπῖπτον ἐν ταῖς περὶ θεοῦ καὶ τῶν ἀσωμάτων ἐννοίαις ἄτοπον ἀποκρουόμεθα, οὕτω δὴ πολλῷ μᾶλλον καὶ ἐν τῇ περὶ τῶν πραγμάτων ἑρμηνείᾳ οὐ τῇ ἀσθενείᾳ τῶν λέξεων προσέχειν δεῖ, εἰ μὴ διόλου τὰς ἐννοίας ἡμῶν ἀκραιφνῶς ἢ τὰ πράγματα ἑρμηνεύειν αἱ λέξεις δύνανται, καὶ ἐκ τῆς λέξεως καὶ μὴ τῆς τοῦ λέγοντος διανοίας ποιεῖσθαι τὸν ἔλεγχον· διὰ πλειόνων γὰρ ὁ λόγος ἔδειξεν, ὡς οὐ πάντως ταῖς χρονικαῖς λέξεσιν καὶ χρόνος συνεμφαίνεται. ὥστε, ἵνα συνελὼν εἴπω, τὸ μὲν ἅμα οὐρανῷ τὸν χρόνον γεγονέναι καλῶς καὶ Πλάτωνι καὶ τῇ ἀληθείᾳ δοκεῖ (μέτρον γάρ ἐστιν τῆς οὐρανίου κινήσεως ὁ χρόνος), τὸ δὲ τὸν χρόνον ἀρχὴν μὴ ἔχειν οὐδαμοῦ τὸν Πλάτωνα δεικνύειν ἕξει τις, ἀλλ' οἴκοθεν ὁ Πρόκλος κατασκευάζειν ἐπικεχείρηκεν. ὅτι μὲν οὖν ἀρχὴν ἔχει ὁ χρόνος, ἡμεῖς ἐν ἑτέροις δείξομεν· καὶ ὁ Πλάτων δὲ σαφῶς μετ' οὐρανοῦ γεγονέναι αὐτὸν εἴρηκεν καὶ πρὶν οὐρανὸν γενέσθαι μὴ εἶναι, τὸν δὲ οὐρανὸν γεγονέναι φησὶν ἀπ' ἀρχῆς τινος ἀρξάμενον, ὡς καὶ ὁ Πλάτωνος μαθητὴς Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ λόγῳ τῆς φυσικῆς ἀκροάσεως τῇ τοῦ διδασκάλου δόξῃ προσεμαρτύρησεν· λέγει γὰρ οὕτως ‘ἀλλὰ μὴν περί γε χρόνου ἐξ αἰῶνος ὁμονοητικῶς ἔχοντες φαίνονται πάντες· ἀγένητον γὰρ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
