# De aeternitate mundi 119

Joannes Philoponus, De aeternitate mundi, Page 119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/119

αὐτοζῷον οὐκ ἐν τούτῳ τὸ εἶναι ἔχον ἐν τῷ παράδειγμα εἶναι τοῦ κόσμου, οὐδ' ὁ μετρητικὸς ἄρα <τῆς> τοῦ αὐτοζῴου ζωῆς αἰὼν ἐν τούτῳ ἕξει τὸ εἶναι ἐν τῷ εἶναι τοῦ χρόνου παράδειγμα· εἰ γὰρ ὡς ὁ αἰὼν πρὸς τὸ αὐτοζῷον οὕτω καὶ ὁ χρόνος πρὸς τὸν κόσμον ἔχει, καὶ ἐναλλὰξ ἄρα ὡς τὸ αὐτοζῷον πρὸς τὸν κόσμον οὕτω καὶ ὁ αἰὼν πρὸς τὸν χρόνον ἕξει· ἐδείξαμεν δ' ἐν ἐκείνοις, ὡς οὐκ ἀνάγκη τοῦ αὐτοζῴου καὶ ὅλως τοῦ κοσμικοῦ παραδείγματος ὄντος εἶναι καὶ τὸν κόσμον· οὐδ' ἄρα τοῦ αἰῶνος ὄντος ἀνάγκη πάντως καὶ τὸν χρόνον εἶναι. Τέλος λύσεως τοῦ εʹ λόγου. Πρόκλου διαδόχου λόγος ἕκτος. "Ἕκτος· εἰ ὁ δημιουργὸς μόνος <συνέδησεν, μόνος> ἂν λύσοι τὸν κόσμον· ἄλυτος γάρ ἐστιν πάντῃ, φησίν, πλὴν τοῦ συνδήσαντος· καὶ γὰρ πανταχοῦ τοῦ τὸν δεσμὸν εἰδότος ἐστὶν εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν· τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν. ὁ δὲ δημιουργὸς οὐκ ἂν λύσοι τὸν κόσμον· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι ‘τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ’. κακὸν δὲ ἀμήχανον γενέσθαι τὸν ὄντως ἀγαθόν· ἀδύνατον λυθῆναι τὸν κόσμον· οὔτε γὰρ ὑπ' ἄλλου τινός, διότι μόνῳ τῷ δημιουργῷ λῦσαι

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
