# De aeternitate mundi 125

Joannes Philoponus, De aeternitate mundi, Page 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/125

οἴεται. καὶ ὅτι, κἂν μηδὲν ᾖ ἔξωθεν τοῦ κόσμου τῶν δυναμένων αὐτὸν φθείρειν, οὐδὲν ἧττον φθαρτός ἐστιν διὰ τὸ πεπερασμένον τῆς ἰδίας δυνάμεως. καὶ ὅτι αὐτὰ ταῦτα καὶ ὁ Πρόκλος ἐν ἑτέροις διαρρήδην ὡμολόγηκεν. Λύσις τοῦ ἕκτου λόγου. αʹ. Οὐδαμοῦ τοῦ Πλάτωνος κατ' οὐδένα τρόπον ἀγένητον εἶναι τὸν κόσμον ἀποφηναμένου, τοὐναντίον δὲ πανταχοῦ λαμπρᾷ τῇ φωνῇ γεγονέναι τε καὶ γενητὸν εἶναι βοῶντος, οὐ κατὰ τὶ μὲν γεγονέναι κατὰ τὶ δὲ οὐ γεγονέναι ἀλλ' ἁπλῶς καὶ ἄνευ τινὸς προσδιορισμοῦ γεγονέναι κατασκευάζοντος, τὸν οἴκοθεν οὐ φέροντες ἔλεγχον οἱ τὸ πιθανὸν ἀεὶ τῆς ἀληθείας προκρίνοντες καὶ ἐρωτικῶς ἄγαν τῆς τοῦ κόσμου ἀιδιότητος ἔχοντες πάντα ἄνω καὶ κάτω κυκῶσι πρὸς τὸ ἑαυτοῖς δοκοῦν τὰ τοῦ Πλάτωνος ἕλκοντες. καίτοι δι' αὐτῆς εὐθὺς τῆς τῶν λόγων κομψείας τε καὶ ποικιλίας κατάφωροι τοῖς νοῦν ἔχουσιν γίνονται, ὡς ἐκβιάζονται τὰ τοῦ Πλάτωνος· ‘ἁπλοῦς γὰρ ὁ μῦθος τῆς ἀληθείας ἔφυ κοὐ ποικίλων δεῖται διάνδιχ' ἑρμηνευμάτων· ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δ' ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν’. εἰ γὰρ κατ' ἀλήθειαν ἐδόκει τῷ Πλάτωνι ἀγένητον εἶναι κατὰ χρόνον τὸν κόσμον, τουτέστιν μηδεμίαν ἀρχὴν ὑπάρξεως εἰληφέναι, ἔδει αὐτοὺς μίαν γοῦν

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
