# De aeternitate mundi 127

Joannes Philoponus, De aeternitate mundi, Page 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/127

τας· εἰ γὰρ καὶ ταῦτα οὕτως ἔχει καὶ τῷ Πλάτωνι, ὥς φασιν, ἐδόκει τὸ εἶναι τὸν κόσμον ἀγένητον, οὐδὲν παρὰ τοῦτο ὁ τῆς ἀληθείας ἐβλάπτετο λόγος· οὐ γὰρ ἐκ τῶν πραγμάτων ὁ ἔλεγχος οὐδὲ ταῖς Πλάτωνος ὑπονοίαις ἀνάγκη καὶ τὰ πράγματα ἕπεσθαι· ἀλλ' ἐπειδὴ πανταχοῦ βοηθεῖν ἀδικουμένῃ τῇ ἀληθείᾳ καλόν, δίκαιον οἶμαι, καθὼς ἂν ᾖ δύναμις, ἀπελέγξαι συκοφαντούμενον Πλάτωνα. γʹ. Εὔλογον δ' οἶμαι πρότερον τοὺς λόγους ἐξετάσαι, δι' ὧν μὴ φθαρήσεσθαι τὸν κόσμον Πλάτων κατεσκεύασεν, εἴτε ἔχουσί τι ἀναγκαῖον εἴτε μή· τοῦτο γὰρ μόνον ἐστὶν ἐν τῷ προκειμένῳ πραγματειῶδες ἐπιχείρημα, λέγω δὴ τὸ μὴ ἀγαθὸν ὄντα τὸν δημιουργὸν λῦσαι τὸν εὖ ἡρμοσμένον κόσμον, εἴπερ τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, κακὸν δὲ τὸν δημιουργὸν γενέσθαι ἀδύνατον. δεύτερον δὲ ἀκόλουθον ἂν εἴη τὴν Πλάτωνος ἐξετάσαι διάνοιαν, εἴτε ἄναρχον τὴν ὑπόστασιν τοῦ κόσμου εἶναι βούλεται εἴτε ἀρχὴν ἔχειν αὐτὸν τοῦ εἶναι συγχωρεῖ πρὶν γενέσθαι οὐκ ὄντα. καὶ τρίτον ἐπὶ τούτοις ἀποδεῖξαι, ὅτι γεγονέναι καὶ ἄφθαρτον εἶναι τὸν κόσμον ὁ Πλάτων ὑποτιθέμενος κατ' οὐδὲν μαχομένας ἑαυταῖς ὑποθέσεις ὑπέθετο καὶ ὅτι οὐ τὸ μὴ φθαρήσεσθαι τὸν κόσμον, καθ' ὃν τρόπον ὁ Πλάτων φησίν, δεικτικόν ἐστιν τοῦ καὶ ἀγένητον αὐτὸν εἶναι ὑπολαμβάνειν τὸν Πλάτωνα, ὅπερ ἐν τούτοις ὁ Πρόκλος συνήγαγεν. τὸ οὖν πρῶτον τῶν προτεθέντων ἐξετάζοντας τὴν Πλάτωνος λέξιν προεκθέσθαι ἀναγκαῖον ἂν εἴη ἔχουσαν οὕτως.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
