# De aeternitate mundi 137

Joannes Philoponus, De aeternitate mundi, Page 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/137

ρακλητέον, ᾗ ῥᾷστ' ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστ' ἂν περὶ τῶν προκειμένων ἐνδειξαίμην. ἔστιν οὖν δὴ κατὰ τὴν ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέποτε. τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστὸν γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπ' αἰτίου τινὸς ἐξ ἀνάγκης γίνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν’. σκοπεῖν δὲ ἐκ τῶν εἰρημένων προσήκει, ὅπως ὁ Πλάτων πᾶν μὲν τὸ νοήσει περιληπτὸν τοῦτο ἀγένητον εἶναί φησιν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, πᾶν δὲ τὸ δοξαστόν τε καὶ αἰσθητὸν (τοιαῦτα δέ ἐστιν πάντα τὰ σώματα καὶ τὰ ἐν σώμασι τὸ εἶναι ἔχοντα· ταῦτα γὰρ μόνα αἰσθήσει ὑποπέπτωκε) γίνεσθαι καὶ ἀπόλλυσθαί φησιν, ὄντως δὲ μηδέποτε εἶναι· πᾶσα γὰρ σωματικὴ φύσις ἐν τροπῇ καὶ ἀλλοιώσει θεωρεῖται οὐδέποτε ἐν τῷ αὐτῷ μένουσα ἀλλ' οἱονεὶ διηνεκῶς ἐπισκευαζομένη διὰ τῆς τοῦ λείποντος ἀναπληρώσεως. δῆλος οὖν ἐστιν ὁ Πλάτων ἐξ αὐτῆς εὐθὺς τῆς τῶν ὄντων διαιρέσεως καὶ πρίν τι περὶ τοῦ κόσμου εἰπεῖν τῶν γενητῶν εἶναι τὸν κόσμον οἰόμενος· εἰς δύο γὰρ ταῦτα διεῖλεν τὰ ὄντα, εἴς τε τὰ ἀγένητα καὶ τὰ γενητά, ὧν τὰ μὲν ἀγένητα νοητὰ εἶναί φησιν, τὰ δὲ γινόμενα δοξαστά τε καὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
