# De aeternitate mundi 138

Joannes Philoponus, De aeternitate mundi, Page 138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/138

αἰσθητά. εἰ τοίνυν τὸ σωματοειδὲς ἅπαν τοῦ κόσμου αἰσθητόν ἐστιν, δῆλον, ὡς οὐ τῶν ἀγενήτων αὐτὸν εἶναι ὁ Πλάτων βούλεται ἀλλὰ τῶν γινομένων καὶ ἀπολλυμένων ὄντως δὲ μηδέποτε ὄντων· ὡς γὰρ τῶν μερικῶν ἕκαστον οἷον τόδε τὸ ζῷον ἢ τόδε τὸ φυτὸν διὰ τὸ διηνεκὲς ὡς εἰπεῖν τῆς ἀλλοιώσεως ὑπὸ τῆς προσεχῶς διοικούσης αὐτὰ φύσεως ἐπισκευαζόμενα ἀνυφαίνεται, οὕτω καὶ τὸν οὐρανὸν καὶ πάντα τὸν κόσμον ὁ Πλάτων ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν καὶ τὰ μερικὰ συνέστηκεν, τὴν σύμπηξιν ἔχειν οἰόμενος, εἰ καὶ ἀθάνατον αὐτὸν εἶναι ὑποτίθεται, ἀλλ' ἐπισκευαστὴν αὐτῷ τὴν ἀθανασίαν φησὶν προσγίνεσθαι τῆς τοῦ δημιουργοῦ δυνάμεως κατὰ τὸ συνεχὲς αὐτὸν ἀνυφαινούσης διὰ τὸ πᾶσαν τὴν σωματικὴν φύσιν ἐν μεταβολῇ καὶ ἀλλοιώσει πάντως ὑφίστασθαι. ταῦτα μὲν οὖν μικρὸν ὕστερον δειχθήσεται. ἀλλ' ἴσως οὔπω ἡμῖν ἐκ τῶν εἰρημένων δῆλον γεγένηται, εἴτε ἀρχὴν τοῦ εἶναι δίδωσιν τῷ κόσμῳ ὁ Πλάτων εἴτε μή. αὐτὸς γὰρ ὁ Πρόκλος ἐν τῷ λόγῳ, ὃν ἐπέγραψεν ‘ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπὸ Ἀριστοτέλους ἀντειρημένων’, τὸ προεκκείμενον χωρίον τοῦ Πλάτωνος ἐξηγούμενος τὸ μὲν ὄν φησιν μοναχῶς λέγεσθαι κατὰ Πλάτωνα (τὸ γὰρ αἰώνιον καὶ ὑπέρχρονον σημαίνειν), τὸ δὲ γινόμενον διχῶς λέγεσθαι· ἢ γὰρ τὸ ἀεὶ γινόμενον ἢ τὸ ποτέ, καὶ ποτὲ μὲν γινόμενον εἶναι τὸ καθ' ἕκαστόν τε καὶ τὸ μερικόν, ἀεὶ δὲ γινόμενον τῶν ὁλικῶν ἕκαστον καὶ τὸν σύμπαντα κόσμον· τὰ μὲν γὰρ νοητὰ ἀεὶ εἶναι, τὸν δὲ κόσμον ἀεὶ γίνεσθαι.

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
