# De aeternitate mundi 160

Joannes Philoponus, De aeternitate mundi, Page 160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/160

τούτοις τὰ εἴδη θεωρεῖται· οὐδεμία ἄρα λογικὴ ψυχὴ οὔτε εἶδός ἐστιν οὔτε παράδειγμα ἕξει οὔτε ποιητικὸν οὔτε τελικὸν αἴτιον οὐδὲ τῶν λοιπῶν νοητῶν οὐδέν. πάλιν δ' αὖ εἰ ἡ ἀρχὴ σημαίνει αὐτῷ τῶν εἰρημένων τινά, τί βούλεται δηλοῦν ἐν οἷς φησιν ‘ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’; διὰ τί γὰρ ἑνικῶς εἶπεν ‘ἀπ' ἀρχῆς τινος’; εἰ γὰρ τὰ αἴτια τοῦ συνθέτου διὰ τῆς ἀρχῆς δηλοῦν ἐβούλετο, ταῦτα δὲ πλείονά ἐστιν καὶ ἐπί γε τοῦ κόσμου καὶ κατ' αὐτὸν Πλάτωνα τὰ ἀπηριθμημένα χωρὶς τοῦ ὀργανικοῦ (ὀργάνου γὰρ εἰς οὐσίωσίν τινος ὁ θεὸς οὐ δεῖται τῶν ὄντων), τί δήποτε ἐπὶ τοῦ ἀεὶ ὄντος πληθυντικῶς τῇ ἀναιρέσει τῆς ἀρχῆς χρησάμενος οὐδεμίαν εἰπὼν τὸ ἀεὶ ὂν ἔχειν γενέσεως ἀρχὴν ἐπὶ τοῦ γινομένου ἑνικῶς τὴν ἀρχὴν κατέφησεν καὶ ταύτην μετὰ τοῦ ἀορίστου μορίου τοῦ τίς ‘ἢ γέγονε’ φήσας ‘ἀπ' ἀρχῆς τινος ἀρξάμενος’, δέον πληθυντικῶς ‘ἀπ' ἀρχῶν τινων’ εἰπεῖν ‘ἀρξάμενος’, εἴ γε πλείονες, ὡς καὶ Πλάτωνι δοκεῖ, τῶν συνθέτων αἱ αἰτιώδεις ἀρχαί, ἃς καὶ εἰρήκαμεν; ὁπότε καὶ γελοῖόν ἐστιν τὸ γεγονέναι ἀντὶ τοῦ σύνθετον εἶναι λαμβάνοντα ζητεῖν, εἰ τὸ σύνθετον ἀπό τινων ἁπλῶν σύγκειται· ὅμοιον γάρ, ὡς εἴ τις ζητοίη, εἰ τὸ σύνθετον μὴ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον. τί δ' αὖ πάλιν καὶ τὸ ἄρξασθαι δηλοῖ; εἰ γὰρ μὴ χρονικὸν ἐν τούτοις τὸ ἄρξασθαι, λείπεται καὶ αὐτὸ εἰς τὸ συνθέσθαι μεταλαμβάνειν, ἵν' ᾖ τὸ συμφραζόμενον ὑπὸ Πλάτωνος τοιοῦτον ‘ἢ σύνθετός ἐστιν ἀπό τινος ἀρ-

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
