# De aeternitate mundi 168

Joannes Philoponus, De aeternitate mundi, Page 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/168

σημαινόμενα τὸν Πλάτωνά φησιν γενητὸν εἶναι λέγειν τὸν κόσμον. ϛιʹ. Ἀλλ' ὅτι μὲν πάντα τὰ αἰσθητὰ ἐν τῷ γίνεσθαι τὴν ὑπόστασιν ἔχειν ὁ Πλάτων τίθεται, καὶ αὐτὸς ὁμολογῶ· λέγει γοῦν περὶ τῶν αἰσθητῶν ἁπάντων ‘τὸ δ' αὖ δόξῃ μετ' αἰσθήσεως ἀλόγου δοξαστὸν γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ μηδέποτε ὄν’. ἀλλὰ ταύτην τὴν γένεσιν οὐκ ἄναρχον εἶναι ἀλλ' ἀρχὴν εἰληφέναι τοῦ εἶναι ὑποτίθεται πρότερον μὴ οὖσαν· πρὸς ὃ καὶ τὴν ἔνστασιν ὁ Ἀριστοτέλης πεποίηται· οὐδὲ γὰρ τὸ λέγειν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν τὸν κόσμον ἤδη τοῦτό ἐστιν ἀπόδειξις τοῦ μὴ λέγειν τὸν Πλάτωνα τὴν γένεσιν ταύτην ἀπό τινος ἀρχῆς ἄρξασθαι, ἐπεὶ καὶ τὰ μερικὰ πάντα ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχοντα ἀρχὴν ἕκαστον τοῦ εἶναι εἴληφεν· ὅτι γὰρ οὐκ ἄναρχον εἶναι τὴν τοῦ κόσμου γένεσιν οἴεται, αὐτὰ τὰ Πλάτωνος διδάξει ῥήματα· ‘πότερον’ γάρ φησιν ‘ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’· ὅρα γάρ, ὅτι τὸ πρόβλημά ἐστιν αὐτῷ, εἰ οὐδεμίαν ἔχει γενέσεως ἀρχὴν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος. ὥστε ἀρχὴν ζητεῖ τῆς τοῦ κόσμου γενέσεως· εἰ γὰρ ἁπλῶς σημαίνειν ἐβούλετο διὰ τοῦ γέγονεν τὸ ἐν τῷ γίγνεσθαι ἔχειν τὸ εἶναι, ἤρκει οὕτως εἰπεῖν ‘πότερον ἦν ἀεὶ γενέσεως ἐκτὸς ἢ γέγονεν’, μᾶλλον δὲ ἀκολουθότερον ἦν εἰπεῖν ‘ἢ γίνεται’, νῦν δέ φησιν ‘γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν’ καὶ πάλιν ‘ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος’ ἀεὶ τῇ γενέσει τὴν ἀρχὴν προσάπτων·

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
