# De aeternitate mundi 180

Joannes Philoponus, De aeternitate mundi, Page 180. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/180

οὐκ ἄρα λέγων μὴ γεγονέναι τὰ νοητὰ ὁ Πλάτων κατ' αἰτίαν φησὶν μὴ γεγονέναι ἀλλὰ κατὰ χρόνον, εἴ γε πάντων αἴτιον εἶναι τὸν θεὸν οἴεται, τῶν πρώτων, τῶν μέσων, τῶν ἐσχάτων. εἰ δὲ τὰ νοητὰ μὴ γεγονέναι, τούτοις δὲ τὰ αἰσθητὰ ἀντιτιθεὶς γεγονέναι ταῦτα ὡμολόγηκεν, ἀντέθηκεν δὲ ὥσπερ τῷ νοητῷ τὸ αἰσθητόν, οὕτως τῷ ἀγενήτῳ τὸ γενητόν, καὶ τὰ αἰσθητὰ ἄρα κατὰ χρόνον ἐνταῦθα καὶ οὐ κατ' αἰτίαν γεγονέναι εἴρηκεν· βραχὺ γὰρ προελθὼν καὶ περὶ τῆς ποιητικῆς αὐτῶν αἰτίας διαλέξεται. θιʹ. Εἰ δέ τις πρὸς ταῦτα ἀπολογούμενος εἴποι, ὡς γινόμενον μέν φησιν ὁ Πλάτων τὸ κατ' αἰτίαν γινόμενον, μὴ γινόμενον δὲ οὐ τὸ κατ' αἰτίαν ἀλλὰ τὸ κατὰ χρόνον ἀγένητον, μεγίστην ἄγνοιαν τῆς διαιρετικῆς μεθόδου διὰ τὴν ἑαυτοῦ ἀμαθίαν τοῦ φιλοσόφου κατηγόρησεν· ἐν γὰρ τῷ κατ' αἰτίαν μόνῳ γενητῷ καὶ μὴ κατὰ χρόνον συμπεριέχεται καὶ τὸ κατὰ χρόνον ἀγένητον. ὁ γοῦν κόσμος κατ' αὐτοὺς κατ' αἰτίαν μόνον γενητὸς ὢν ἀγένητός ἐστιν κατὰ χρόνον· ὁμοίως καὶ αἱ λογικαὶ ψυχαί. οὐδεὶς δὲ τὸ περιέχον ἀντιδιαιρεῖ τῷ περιεχομένῳ· οὐ γὰρ τῷ ζῴῳ τὸ λογικὸν ἀντιδιαστέλλεται· τῆς γὰρ λογικῆς μετεχόντων ἕξεως τῶν ἐμψύχων τὰ μὲν ζῷα εἶναι φήσει τὰ δὲ λογικά· συμπεριείληπται γὰρ ἐν τῷ ζῴῳ τὸ λογικόν. οὐδὲ μὴν τῶν ὄντων τὰ μὲν οὐσίας εἶναι τὰ δὲ σώματα· πάλιν γὰρ ἐν τῇ οὐσίᾳ τὸ σῶμα συμπεριείληπται. φαμὲν δέ γε τῶν ζῴων τὰ μὲν χερσαῖα εἶναι τὰ δὲ ἔνυδρα (οὐδέτερον γὰρ ἐν οὐδετέρῳ περιέχεται)

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
