# De aeternitate mundi 186

Joannes Philoponus, De aeternitate mundi, Page 186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/186

αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι’; ὅμοιον γὰρ πάλιν, ὡσανεὶ ἔλεγεν ‘πᾶν δὲ τὸ ὑπὸ ποιητικοῦ αἰτίου γινόμενον ὑπὸ ποιητικοῦ γίνεται αἰτίου’· ὅπερ ἐστὶν γελοῖον. οὐκ ἄρα τὸ γεγονέναι αὐτῷ τὸ κατ' αἰτίαν γεγονέναι ἀλλὰ τὸ ἀρχὴν ἔχειν τοῦ εἶναι δηλοῖ. καʹ. Ἀλλὰ γὰρ ἄξιον θαυμάσαι τῶν σοφῶν τοῦ Πλάτωνος ἐξηγητῶν, ὅπως πολλὰ κυκήσαντες καὶ μυρίας γενητοῦ σημασίας ἐπινοήσαντες, ἵνα μὴ τῷ κορυφαίῳ τῶν φιλοσόφων ἀντιφθέγγεσθαι δόξωσιν κατὰ χρόνον γενητὸν εἶναι τὸν κόσμον ὑποτιθεμένῳ, ὥσπερ ἀπειρηκότες πρὸς τὸν ἀπὸ τῆς ἀληθείας ἔλεγχον καὶ τῶν οἰκείων ἐπιλελησμένοι οὕτω μὲν γενητὸν ὑπὸ Πλάτωνος τὸν κόσμον λέγεσθαι ὁμολογοῦσιν ὡς ἀπό τινος ἀρχῆς γενόμενον πρότερον οὐκ ὄντα, ἀλλ' ὡς ἐν ὑποθέσει ταῦτα παρὰ τοῦ φιλοσόφου λέγεσθαί φασι τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκεν, οὐ μὴν ὡς οὕτως τῆς τῶν πραγμάτων ἐχούσης φύσεως. ὁ γοῦν εἰρημένος τοῦ Πλάτωνος ἐξηγητὴς Ταῦρος ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν τὸ ‘ἡμᾶς δὲ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας, εἰ γέγονεν ἢ καὶ ἀγενές ἐστιν’ ἐξηγούμενος ταῦτά φησιν ἐπὶ λέξεως “εἰ καὶ ἀγενές ἐστιν’. καὶ ὁ ποιητὴς ‘εἰ καὶ γένει ὕστερον εἶεν’. τεκμήριον δὲ τοῦ ἀγένητον εἶναι τὸν κόσμον· φησὶν γοῦν ποιήσεσθαι τοὺς λόγους, ὡς γεγένηται, εἰ καὶ ἀγενές ἐστιν· καὶ γὰρ περὶ τῶν ἀγενήτων

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
