# De aeternitate mundi 195

Joannes Philoponus, De aeternitate mundi, Page 195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/195

καὶ τοῦ Πλάτωνος διαρρήδην γενητὸν εἶναι καὶ γεγενῆσθαι τὸν κόσμον ἀποφηναμένου λείπεται ἐξ ἀνάγκης κατὰ χρόνον γενητὸν αὐτὸν ὑπὸ τοῦ Πλάτωνος λέγεσθαι, τουτέστιν ἀρχὴν τοῦ εἶναι εἰληφέναι· οὕτω γὰρ τὸ κατὰ χρόνον ἐπὶ τοῦ κόσμου νοεῖν πολλάκις εἰρήκαμεν. κδʹ. Ἐπειδὴ δὲ ὡς ἰσχυρόν τι καὶ τοῦτο προτείνουσι εἰς πίστιν τοῦ μὴ κατὰ χρόνον γενητὸν εἶναι λέγεσθαι παρὰ Πλάτωνος τὸν κόσμον ἀλλ' ὡς ἐν ὑποθέσει τὸ καὶ τὴν ψυχὴν ἐν μὲν τῷ Τιμαίῳ γινομένην ὑποθέσθαι, ἐν δὲ Φαίδρῳ σαφῶς ἀγένητον ἀποφαίνεσθαι, εὔλογον οἶμαι καὶ τοῦτο αὐτῶν τὸ κομψὸν δι' ὀλίγων ἐπιλύσασθαι. παντὶ τοίνυν δῆλόν ἐστιν, ὡς ἡ λογικὴ ψυχὴ τῆς νοητῆς οὐσίας τυγχάνουσα καὶ χωριστὴν διὰ τοῦτο παντὸς σώματος τὴν οὐσίαν ἔχουσα, ὁπηνίκα μὲν τὴν πρὸς τὸ σῶμα ἀναδέχεται σχέσιν, δυνάμει μέν ἐστιν νοῦς, τὸ δὲ εἶναι καὶ λέγεσθαι ψυχῇ ἐκ τῆς σχέσεως αὐτῇ τῆς πρὸς τὸ σῶμα προσγίνεται (παρὰ γὰρ τὸ ψυχοῦν τε καὶ ζωοποιεῖν τὸ σῶμα ψυχὴ κέκληται), ἐπειδὰν δὲ χωρισθεῖσα τοῦ σώματος ἢ καθ' ἕξιν ἢ ἅμα καὶ τοῦ φυσικοῦ διαζευχθεῖσα συνδέσμου νοερῶς λοιπὸν ἐνεργήσῃ ἁπλῇ ἐπιβολῇ τῆς φύσεως τῶν πραγμάτων θιγγάνουσα, νοῦς ἤδη κατ' ἐνέργειαν τὸ τηνικαῦτα καὶ ἔστιν καὶ λέγεται. ὥστε κατ' ἄλλο μέν ἐστιν αὐτῇ τὸ ψυχῇ εἶναι, [καὶ] κατ' ἄλλο δὲ τὸ νῷ, καὶ τὸ μὲν ἐν σχέσει τῇ πρὸς τὸ σῶμα, τὸ δὲ ἀσχέτως καὶ ἀπολελυμένως

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
