# De aeternitate mundi 221

Joannes Philoponus, De aeternitate mundi, Page 221. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/221

ὑπὸ τῶν τὸν κόσμον γεννώντων λεγόμενον καὶ πρὸς ὑπόθεσίν ἐστιν ἀδύνατον· ἅμα γὰρ ἀταξίαν εἶναι καὶ τάξιν τῶν αὐτῶν ἀδύνατον. ὥστε προϋπάρχειν κατ' αὐτοὺς ἀνάγκη ἀταξίαν τοῦ κόσμου, εἴ γε ἦν· ὅτε γὰρ ἦν αὐτή, κόσμον οὐκ ἦν δυνατὸν εἶναι. διὰ γενέσεως οὖν αὐτοῖς ἀληθῶς ὁ κόσμος τὸ εἶναι ἔσχεν καὶ ἀπ' ἀρχῆς χρόνου καὶ μεταβολῆς τινος καὶ φθορᾶς· οὐ γὰρ ἐνυπάρχειν ταῦτα ἐν τῷ κόσμῳ οὐδὲ συνυπάρχειν αὐτῷ οἷά τε, ἐξ ὧν αὐτὸν γεγονέναι φασίν· ἦν γὰρ ἂν οὕτως τὸ γιγνόμενον ἀνάλυσις· ἐν τοιούτοις γὰρ ἡ ἀνάλυσις συνυπάρχειν δυναμένοις· ἀλλ' ἀδύνατον συνυπάρχειν αὐτῷ συνυπάρχοντα καὶ μεταβάλλοντα τῆς τοῦ κόσμου γενέσεως καὶ οὐσίας αἴτια. εἰ δὲ μήτε ἐνυπάρχει τῷ κόσμῳ ἡ ἀταξία τῶν σωμάτων, ἐξ ἧς γεννῶσιν αὐτόν, μήτε συνυπάρχει ἀλλὰ προϋπῆρχεν καὶ κατὰ μεταβολὴν αὐτῶν ἡ γένεσις τοῦ κόσμου ἀλλ' οὐχ οὕτως, <ὡς> ἐπὶ τῶν μαθηματικῶν, ἀληθὴς ἂν γένεσις εἴη λεγομένη ἀλλ' οὐκ ἀνάλυσις, ὁποία ἐπὶ τῶν μαθηματικῶν· ὁ γὰρ ἐκ τοιούτων ὑποτιθέμενος γένεσιν γίνεσθαί τινος, ὧν μὴ μεταβαλλόντων τὸ ὑποτιθέμενον ἐξ αὐτῶν γίνεσθαι ἀδύνατον, οὗτος ἀληθῆ γένεσιν ἀλλ' οὐ μέχρι λόγου λαμβάνει.’ Ἀριστοτέλους ἐκ τοῦ αὐτοῦ. ‘Εἰσὶν γάρ τινες, οἷς ἐνδέχεσθαι δοκεῖ καὶ ἀγένητόν τι ὂν φθαρῆναι καὶ γενόμενον ἄφθαρτον διατελεῖν, ὥσπερ ἐν τῷ Τιμαίῳ· ἐκεῖ γάρ φησιν τὸν οὐρανὸν γενέσθαι μέν, οὐ μὴν ἀλλ' ἔσεσθαι τὸν λοιπὸν ἀεὶ χρόνον.’

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
