# De aeternitate mundi 223

Joannes Philoponus, De aeternitate mundi, Page 223. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/223

Ταῦτα μὲν οὖν Ἀριστοτέλης καὶ ὁ τούτου μάλιστα τὴν διάνοιαν ἐν τοῖς εἰς αὐτὸν ὑπομνήμασιν ἀνιχνεύσας Ἀλέξανδρος. καὶ πρότερον δὲ ἐν αἷς παρεθέμεθα χρήσεσι τοῦ Πλατωνικοῦ Ταύρου ἐκ τῶν εἰς Τίμαιον ὑπομνημάτων δῆλον γέγονεν, ὡς πολλοὶ καὶ ἄλλοι τῶν φιλοσόφων ταύτην ἔσχον περὶ Πλάτωνος τὴν δόξαν, οὐ χεῖρον δ' ἴσως καὶ αὖθις τὰ αὐτὰ παραθέσθαι· λέγει γὰρ ὁ Ταῦρος οὕτως ‘ζητουμένου δέ, εἰ κατὰ Πλάτωνα ἀγένητον ὁ κόσμος, διαφόρως περὶ τούτου οἱ φιλόσοφοι διηνέχθησαν. Ἀριστοτέλης μὲν οὖν φησιν λέγειν τὸν Τίμαιον γενητὸν εἶναι τὸν κόσμον, τοῦ Τιμαίου λέγοντος γεγονέναι· καὶ γὰρ φέρεται αὐτοῦ σύγγραμμα περὶ τοῦ παντὸς ὡς γενητοῦ. καὶ Θεόφραστος μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησιν γενητὸν τὸν κόσμον καὶ οὕτως ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δέ, ὅτι ἴσως σαφηνείας χάριν γενητὸν αὐτὸν ὑποτίθεται. καὶ ἄλλοι δέ τινες οὕτως ἠνέχθησαν, ὅτι κατὰ Πλάτωνα γενητός, οἱ δέ, ὅτι ἀγένητος’. ἐμάθομεν οὖν καὶ ἐντεῦθεν, ὡς πολλοί τε ἄλλοι τῶν φιλοσόφων καὶ Θεόφραστος τὰ αὐτὰ περὶ Πλάτωνος ἀπεφήνατο. καίτοι γε Θεόφραστος, ὥς φησιν, ἐπειράθη ἀπολογήσασθαι, μήποτε σαφηνείας ἕνεκεν γενητὸν αὐτὸν ὁ Πλάτων ὑπέθετο. ἀλλ' ἐφεξῆς πάλιν ὁ αὐτὸς Ταῦρος παρατίθεται τὸν Θεόφραστον ἀναιροῦντα τὴν τοιαύτην ὑπόθεσιν· λέγει γοῦν μετ' ὀλίγα τῶν προεκκειμένων

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
