# De aeternitate mundi 226

Joannes Philoponus, De aeternitate mundi, Page 226. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/226

νεσθε’, φησίν, ‘ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδὲ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίνεσθε ξυνεδεῖσθε’. εἰ τοίνυν φύσει θνητὸς καὶ λυτὸς ὁ κόσμος ὑπάρχει κατὰ Πλάτωνα, τὸ δὲ ἄλυτον αὐτῷ διὰ τὴν βούλησιν τοῦ δημιουργοῦ (ἄλυτα γάρ φησιν οὐ φύσει ἀλλ' ‘ἐμοῦ γε θέλοντος’), δηλονότι καὶ γενητὸς ἂν εἴη κατὰ χρόνον. συμφωνότατος ἄρα ἑαυτῷ διὰ πάντων ὁ Πλάτων δέδεικται· εἰ μὲν γὰρ φύσει ᾤετο τὸν κόσμον ἀθάνατόν τε καὶ ἄλυτον ὑπὸ θεοῦ γεγονέναι, οἷα καὶ τὰ νοητὰ εἶναί φησιν, ἀκόλουθον ἦν καὶ ἀγένητον εἶναι αὐτὸν κατὰ χρόνον ὑποτίθεσθαι· εἰ δὲ φύσει λυτός, οὐδὲν δὲ τῶν κατὰ χρόνον ἀγενήτων φύσει λυτόν ἐστιν, οὐδ' ἄρα κατὰ χρόνον ἐστὶν ἀγένητος· δι' αὐτὸ γὰρ τοῦτό φησιν ὁ Πλάτων, διότι γενητός ἐστιν ὁ κόσμος, διὰ τοῦτο καὶ λυτὸν εἶναι. ὥστε ταῖς οἰκείαις ἀρχαῖς τὰ ἀκόλουθα συνεπέρανεν. τὸ ‘ἄλυτοι μὲν οὐκ ἐστὲ οὐδὲ ἀθάνατοι τὸ πάμπαν’ οὐ τοῦτό φησιν, ὡς τινὲς μυθεύουσιν, ὅτι ‘οὐκ ἐστὲ ἁπλοῖ, ἀλλ' ἐπινοίᾳ ἐνδέχεται ὑμᾶς εἰς τά, ἐξ ὧν σύγκεισθε, ἀναλύειν καὶ ταύτῃ ὑπάρχετε θνητοί’, ἀλλ' ὅτι ‘φύσεώς ἐστε δεκτικῆς θανάτου καὶ λύσεως’, <ὡς> δῆλον ἐκ τοῦ ἀντικειμένου ‘οὔτι μὲν δὴ λυθήσεσθε’, φησίν, ‘οὐδὲ τεύξεσθε θανάτου μοίρας,

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
