# De aeternitate mundi 235

Joannes Philoponus, De aeternitate mundi, Page 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-aeternitate-mundi/235

ἐξ ὧν καὶ συνέστηκεν, ἵνα μὴ πάθοι, οὐδὲν ἔξωθεν αὐτοῦ φησιν τὸν δημιουργὸν ἀπολελοιπέναι. ἀλλ' εἰ καὶ μηδέν ἐστιν ἔξωθεν, ὑφ' οὗ παθεῖν τὸν κόσμον ἐνδέχεται, ἀλλ' ἐπεὶ οἶδεν ὁ Πλάτων, ὡς πᾶν σῶμα ὑπὸ πεπερασμένης διοικεῖται δυνάμεως καὶ οὐδὲν σῶμα δύναμιν ἄπειρον ἔχει (ὡς ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης πρὸς τῷ τέλει τοῦ ὀγδόου λόγου τῆς φυσικῆς ἀκροάσεως ἔδειξεν), πᾶν δὲ τὸ μὴ ἄπειρον ἔχον δύναμιν ἐξαρκεῖν εἰς τὸ διηνεκὲς ἀδύνατον καὶ διὰ τοῦτο καὶ τὸν οὐρανὸν καὶ τὸν πάντα κόσμον σῶμα ὄντα καὶ πεπερασμένην ἔχοντα δύναμιν μὴ ἂν αὐτὸν ἑαυτῷ εἰς διαμονὴν ἀίδιον ἐξαρκέσαι, κἂν μηδὲν ᾖ τῶν ἔξωθεν αὐτὸν λυμαινόμενον (τὴν γὰρ πεπερασμένην δύναμιν δι' αὐτὸ τὸ πεπεράνθαι ἀνάγκη ποτὲ ἐξασθενήσασαν οἴχεσθαι), δοκεῖ δὲ αὐτῷ ἄλυτος διαμένειν ὁ κόσμος, τούτου χάριν αὐτὸν τὸν δημιουργὸν ἐφίστησιν αὐτῷ τὴν ζωὴν αὐτοῦ καὶ τὴν ἀθανασίαν ἐπισκευάζοντα, ἵν' οὕτως εἰς ἀεὶ διαμένειν δύνηται· εἰ γὰρ φύσει αὐτὸν ἀναλλοίωτόν τε καὶ ἀθάνατον ὁ Πλάτων εἶναι ᾤετο, οἵαν εἶναί φησιν τὴν τῶν νοητῶν φύσιν, πῶς πάλιν ἐπισκευαστὴν εἶναι τὴν ἀθανασίαν αὐτοῦ ὑποτίθεται; ἀσύμβατα γὰρ ταῦτα. ἢ πῶς οὐδὲν ἔξωθεν αὐτοῦ καταλιμπάνει, ἵνα μὴ πάσχων ὑπ' αὐτοῦ γηράσκῃ τε καὶ φθίνῃ, ὅτῳ δὲ αὐτῷ καὶ τὸ ἀπροσδεὲς ὑπάρχειν φησὶν οὐ διὰ τὴν τῆς φύσεως αὐτάρκειαν ἀλλὰ διὰ τὸ μηδενὸς δεῖσθαι τῶν ἔξωθεν τοῦ τὸ ἐλλεῖπον αὐτοῦ τῇ προσθέσει ἀναπληροῦντος καὶ ἀνυφαίνοντος; ἄκουε γάρ, οἷα καὶ περὶ

---

Joannes Philoponus Phil., De aeternitate mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg010.local001/.
